Lucien, « Dialogue des Morts »

Lucien

Dialogue III : Crésus, Pluton, Midas et Sardanapale

[3] ΝΕΚΡΩΝ ΠΛΟΥΤΩΝΙ ΚΑΤΑ ΜΕΝΙΠΠΟΥ

ΚΡΟΙΣΟΣ : Οὐ φέρομεν͵ ὦ Πλούτων͵ Μένιππον τουτονὶ τὸν κύνα παροικοῦντα· ὥστε ἢ ἐκεῖνόν ποι κατάστησον ἢ ἡμεῖς μετοικήσομεν εἰς ἕτερον τόπον.

ΠΛΟΥΤΩΝ

Τί δ΄ ὑμᾶς δεινὸν ἐργάζεται ὁμόνεκρος ὤν;

ΚΡΟΙΣΟΣ

Ἐπειδὰν ἡμεῖς οἰμώζωμεν καὶ στένωμεν ἐκείνων μεμνημένοι τῶν ἄνω͵ Μίδας μὲν οὑτοσὶ τοῦ χρυσίου͵ Σαρδανάπαλλος δὲ τῆς πολλῆς τρυφῆς͵ ἐγὼ δὲ Κροῖσος τῶν θησαυρῶν͵ ἐπιγελᾷ καὶ ἐξονειδίζει ἀνδράποδα καὶ καθάρματα ἡμᾶς ἀποκαλῶν͵ ἐνίοτε δὲ καὶ ᾄδων ἐπιταράττει ἡμῶν τὰς οἰμωγάς͵ καὶ ὅλως λυπηρός ἐστιν.

ΠΛΟΥΤΩΝ

Τί ταῦτά φασιν͵ ὦ Μένιππε;

ΜΕΝΙΠΠΟΣ

Ἀληθῆ͵ ὦ Πλούτων· μισῶ γὰρ αὐτοὺς ἀγεννεῖς καὶ ὀλεθρίους ὄντας͵ οἷς οὐκ ἀπέχρησεν βιῶναι κακῶς͵ ἀλλὰ καὶ ἀποθανόντες ἔτι μέμνηνται καὶ περιέχονται τῶν ἄνω· χαίρω τοιγαροῦν ἀνιῶν αὐτούς.

ΠΛΟΥΤΩΝ

Ἀλλ΄ οὐ χρή· λυποῦνται γὰρ οὐ μικρῶν στερόμενοι.

ΜΕΝΙΠΠΟΣ

Καὶ σὺ μωραίνεις͵ ὦ Πλούτων͵ ὁμόψηφος ὢν τοῖς τούτων στεναγμοῖς;

ΠΛΟΥΤΩΝ

Οὐδαμῶς͵ ἀλλ΄ οὐκ ἂν ἐθέλοιμι στασιάζειν ὑμᾶς.

ΜΕΝΙΠΠΟΣ

Καὶ μήν͵ ὦ κάκιστοι Λυδῶν καὶ Φρυγῶν καὶ Ἀσσυρίων͵ οὕτω γινώσκετε ὡς οὐδὲ παυσομένου μου· ἔνθα γὰρ ἂν ἴητε͵ ἀκολουθήσω ἀνιῶν καὶ κατᾴδων καὶ καταγελῶν.

ΚΡΟΙΣΟΣ

Ταῦτα οὐχ ὕβρις;

ΜΕΝΙΠΠΟΣ

Οὔκ͵ ἀλλ΄ ἐκεῖνα ὕβρις ἦν͵ ἃ ὑμεῖς ἐποιεῖτε͵ προσκυνεῖσθαι ἀξιοῦντες καὶ ἐλευθέροις ἀνδράσιν ἐντρυφῶντες καὶ τοῦ θανάτου παράπαν οὐ μνημονεύοντες· τοιγαροῦν οἰμώξεσθε πάντων ἐκείνων ἀφῃρημένοι.

ΚΡΟΙΣΟΣ

Πολλῶν γε͵ ὦ θεοί͵ καὶ μεγάλων κτημάτων.

ΜΙΔΑΣ

Ὅσου μὲν ἐγὼ χρυσοῦ.

ΣΑΡΔΑΝΑΠΑΛΛΟΣ

Ὅσης δὲ ἐγὼ τρυφῆς.

ΜΕΝΙΠΠΟΣ

Εὖ γε͵ οὕτω ποιεῖτε· ὀδύρεσθε μὲν ὑμεῖς͵ ἐγὼ δὲ τὸ γνῶθι σαυτὸν πολλάκις συνείρων ἐπᾴσομαι ὑμῖν· πρέποι γὰρ ἂν ταῖς τοιαύταις οἰμωγαῖς ἐπᾳδόμενον.

Traduction

Les Morts à Pluton contre Ménippe :

CRÉSUS : Nous ne supportons pas, Pluton, que ce chien de Ménippe habite avec nous : envoie-le s’établir ailleurs, ou c’est nous qui émigrerons dans un autre lieu.

PLUTON : quel mal vous fait-il ? Il est mort comme vous !

CRÉSUS : chaque fois que nous gémissons et que nous geignons en nous souvenant de nos biens d’en haut, Midas que voici de son or, Sardanapale de ses plaisirs, et moi Crésus de mes trésors, il rit et nous insulte en nous traitant d’esclaves et de coquins ; et quelquefois en chantant il trouble nos lamentations, et il est tout à fait insupportable.

PLUTON : Que disent-ils là, Ménippe ?

MÉNIPPE : C’est vrai, Pluton ; car je déteste ces lâches, ces misérables, qui ne se sont pas contentés de mal vivre, mais en plus, une fois morts, se rappellent et regrettent leurs biens d’en haut. Je me réjouis de les vexer.

PLUTON : Mais il ne faut pas. Ils sont punis par des pertes considérables.

MÉNIPPE : Mais tu es fou, Pluton, d’approuver leurs regrets ?

PLUTON : Pas du tout, mais je ne voudrais pas que vous vous disputiez.

MÉNIPPE : hé bien, vous les plus méchants des Lydiens, des Phrygiens et des Assyriens, sachez que je ne vais pas cesser. Là où vous irez, je vous accompagnerai en vous vexant, en chantant et en me moquant de vous.

CRÉSUS : Cela n’est-il pas un outrage ?

MÉNIPPE : Non, mais l’outrage, c’était ce que vous faisiez, quand vous jugiez bon qu’on s’agenouille devant vous, quand vous humiliez des hommes libres, et quand vous oubliiez complètement la mort ; hé bien donc pleurez maintenant, privés de tout cela !

CRÉSUS : ô Dieux, de mes richessses !

MIDAS : Et moi de tout mon or !

SARDANAPALE : Et moi de mes plaisirs !

MÉNIPPE : À la bonne heure ! Faites ainsi ; gémissez, vous, et moi je chanterai pour vous en vous répétant le « Connais-toi toi-même » ;  un tel chant convient à de tels gémissements.

Dialogue des Morts, 4 : Socrate et la mort.

[4] ΜΕΝΙΠΠΟΥ ΚΑΙ ΚΕΡΒΕΡΟΥ

ΜΕΝΙΠΠΟΣ : Ὦ Κέρβερε, συγγενὴς γάρ εἰμί σοι κύων καὶ αὐτὸς ὤν εἰπέ μοι πρὸς τῆς Στυγός͵ οἷος ἦν ὁ Σωκράτης͵ ὁπότε κατῄει παρ΄ ὑμᾶς· εἰκὸς δέ σε θεὸν ὄντα μὴ ὑλακτεῖν μόνον͵ ἀλλὰ καὶ ἀνθρωπίνως φθέγγεσθαι͵ ὁπότ΄ ἐθέλοις.

ΚΕΡΒΕΡΟΣ : Πόρρωθεν μέν͵ ὦ Μένιππε͵ παντάπασιν ἐδόκει ἀτρέπτῳ τῷ προσώπῳ προσιέναι καὶ οὐ πάνυ δεδιέναι τὸν θάνατον δοκῶν καὶ τοῦτο ἐμφῆναι τοῖς ἔξω τοῦ στομίου ἑστῶσιν ἐθέλων͵ ἐπεὶ δὲ κατέκυψεν εἴσω τοῦ χάσματος καὶ εἶδε τὸν ζόφον͵ κἀγὼ ἔτι διαμέλλοντα αὐτὸν δακὼν τῷ κωνείῳ κατέσπασα τοῦ ποδός͵ ὥσπερ τὰ βρέφη ἐκώκυεν καὶ τὰ ἑαυτοῦ παιδία ὠδύρετο καὶ παντοῖος ἐγίνετο.

ΜΕΝΙΠΠΟΣ : Οὐκοῦν σοφιστὴς ὁ ἄνθρωπος ἦν καὶ οὐκ ἀληθῶς κατεφρόνει τοῦ πράγματος;

ΚΕΡΒΕΡΟΣ : Οὔκ͵ ἀλλ΄ ἐπείπερ ἀναγκαῖον αὐτὸ ἑώρα͵ κατεθρασύνετο ὡς δῆθεν οὐκ ἄκων πεισόμενος ὃ πάντως ἔδει παθεῖν͵ ὡς θαυμάσονται οἱ θεαταί. καὶ ὅλως περὶ πάντων γε τῶν τοιούτων εἰπεῖν ἂν ἔχοιμι͵ ἕως τοῦ στομίου τολμηροὶ καὶ ἀνδρεῖοι͵ τὰ δὲ ἔνδοθεν ἔλεγχος ἀκριβής.

ΜΕΝΙΠΠΟΣ : Ἐγὼ δὲ πῶς σοι κατεληλυθέναι ἔδοξα;

ΚΕΡΒΕΡΟΣ : Μόνος͵ ὦ Μένιππε͵ ἀξίως τοῦ γένους͵ καὶ Διογένης πρὸ σοῦ͵ ὅτι μὴ ἀναγκαζόμενοι ἐσῄειτε μηδ΄ ὠθούμενοι͵ ἀλλ΄ ἐθελούσιοι͵ γελῶντες͵ οἰμώζειν παραγγείλαντες ἅπασιν.

Traduction française :

[4] MÉNIPPE ET CERBÈRE.

MÉNIPPE. Cerbère (car je suis ton parent, en ma qualité de chien), dis-moi, par le Styx, quelle mine faisait Socrate en descendant chez vous. Comme dieu, tu ne dois pas seulement savoir aboyer, tu dois parler, quand tu veux, la langue des hommes.

CERBÈRE. De loin, Ménippe, il parut à tous s’avancer d’un pas résolu, et sans craindre la mort ; il cherchait du moins à le faire croire à ceux qui étaient hors de la porte. Mais quand il eut mis la tête dans l’intérieur du gouffre et vu les ténèbres, il hésita ; et je fus obligé en même temps que la ciguë, de lui mordre les pieds pour le faire descendre ; il pleurait comme un enfant, il regrettait ses marmots, et il se tournait dans tous les sens.

MÉNIPPE. Ce n’était donc qu’un sophiste : il ne méprisait pas réellement la mort.

CERBÈRE. Non : seulement, lorsqu’il vit qu’elle était inévitable, il se donna des airs courageux, afin de ne pas paraître subir malgré lui le sort qu’il ne pouvait empêcher, et de se faire admirer des spectateurs. En général, j’en pourrais dire autant de tous les gens de cette espèce : tant qu’ils ne sont qu’à l’entrée, on les voit résolus, décidés ; à peine entrés, l’expérience est faite.

MÉNIPPE. Mais moi, quelle mine avais-je en descendant ici ?

CERBÈRE. Tu es le seul, Ménippe, avec Diogène, qui te sois montré digne de ta race. Tous les deux vous êtes entrés sans contrainte, sans violence, mais de bonne humeur, le rire sur les lèvres, et priant les autres d’aller pleurer.

Dialogue XII : Alexandre, Hannibal, Minos et Scipion

XII – ΑΛΕΞΑΝΔΡΟΥ, ΑΝΝΙΒΟΥ, ΜΙΝΩΟΣ ΚΑΙ ΣΚΙΠΙΩΝΟΣ

ΑΛΕΞΑΝΔΡΟΣ : Ἐμὲ δεῖ προκεκρίσθαι σου͵ ὦ Λίβυ· ἀμείνων γάρ εἰμι.

ΑΝΝΙΒΑΣ : Οὐ μὲν οὖν͵ ἀλλ΄ ἐμέ.

ΑΛΕΞΑΝΔΡΟΣ : Οὐκοῦν ὁ Μίνως δικασάτω.

ΜΙΝΩΣ : Τίνες δὲ ἐστέ;

ΑΛΕΞΑΝΔΡΟΣ : Οὗτος μὲν Ἀννίβας ὁ Καρχηδόνιος͵ ἐγὼ δὲ Ἀλέξανδρος ὁ Φιλίππου.

ΜΙΝΩΣ : Νὴ Δία ἔνδοξοί γε ἀμφότεροι. ἀλλὰ περὶ τίνος ὑμῖν ἡ ἔρις;

ΑΛΕΞΑΝΔΡΟΣ : Περὶ προεδρίας· φησὶ γὰρ οὗτος ἀμείνων γεγενῆσθαι στρατηγὸς ἐμοῦ͵ ἐγὼ δέ͵ ὥσπερ ἅπαντες ἴσασιν͵ οὐχὶ τούτου μόνον͵ ἀλλὰ πάντων σχεδὸν τῶν πρὸ ἐμοῦ φημι διενεγκεῖν τὰ πολέμια.

ΜΙΝΩΣ : Οὐκοῦν ἐν μέρει ἑκάτερος εἰπάτω͵ σὺ δὲ πρῶτος ὁ Λίβυς λέγε.

ΑΝΝΙΒΑΣ : Ἓν μὲν τοῦτο͵ ὦ Μίνως͵ ὠνάμην͵ ὅτι ἐνταῦθα καὶ τὴν Ἑλλάδα φωνὴν ἐξέμαθον· ὥστε οὐδὲ ταύτῃ πλέον οὗτος ἐνέγκαιτό μου. Φημὶ δὲ τούτους μάλιστα ἐπαίνου ἀξίους εἶναι͵ ὅσοι τὸ μηδὲν ἐξ ἀρχῆς ὄντες ὅμως ἐπὶ μέγα προεχώρησαν δι΄ αὑτῶν δύναμίν τε περιβαλόμενοι καὶ ἄξιοι δόξαντες ἀρχῆς. Ἔγωγ΄ οὖν μετ΄ ὀλίγων ἐξορμήσας εἰς τὴν Ἰβηρίαν τὸ πρῶτον ὕπαρχος ὢν τῷ ἀδελφῷ μεγίστων ἠξιώθην ἄριστος κριθείς͵ καὶ τούς τε Κελτίβηρας εἷλον καὶ Γαλατῶν ἐκράτησα τῶν ἑσπερίων καὶ τὰ μεγάλα ὄρη ὑπερβὰς τὰ περὶ τὸν Ἠριδανὸν ἅπαντα κατέδραμον καὶ ἀναστάτους ἐποίησα τοσαύτας πόλεις καὶ τὴν πεδινὴν Ἰταλίαν ἐχειρωσάμην καὶ μέχρι τῶν προαστείων τῆς προὐχούσης πόλεως ἦλθον καὶ τοσούτους ἀπέκτεινα μιᾶς ἡμέρας͵ ὥστε τοὺς δακτυλίους αὐτῶν μεδίμνοις ἀπομετρῆσαι καὶ τοὺς ποταμοὺς γεφυρῶσαι νεκροῖς. Καὶ ταῦτα πάντα ἔπραξα οὔτε Ἄμμωνος υἱὸς ὀνομαζόμενος οὔτε θεὸς εἶναι προσποιούμενος ἢ ἐνύπνια τῆς μητρὸς διεξιών͵ ἀλλ΄ ἄνθρωπος εἶναι ὁμολογῶν͵ στρατηγοῖς τε τοῖς συνετωτάτοις ἀντεξεταζόμενος καὶ στρατιώταις τοῖς μαχιμωτάτοις συμπλεκόμενος͵ οὐ Μήδους καὶ Ἀρμενίους καταγωνιζόμενος ὑποφεύγοντας πρὶν διώκειν τινὰ καὶ τῷ τολμήσαντι παραδιδόντας εὐθὺς τὴν νίκην. Ἀλέξανδρος δὲ πατρῴαν ἀρχὴν παραλαβὼν ηὔξησεν καὶ παρὰ πολὺ ἐξέτεινε χρησάμενος τῇ τῆς τύχης ὁρμῇ. Ἐπεὶ δ΄ οὖν ἐνίκησέ τε καὶ τὸν ὄλεθρον ἐκεῖνον Δαρεῖον ἐν Ἰσσῷ τε καὶ Ἀρβήλοις ἐκράτησεν͵ ἀποστὰς τῶν πατρῴων προσκυνεῖσθαι ἠξίου καὶ δίαιταν τὴν Μηδικὴν μετεδιῄτησεν ἑαυτὸν καὶ ἐμιαιφόνει ἐν τοῖς συμποσίοις τοὺς φίλους καὶ συνελάμβανεν ἐπὶ θανάτῳ. Ἐγὼ δὲ ἦρξα ἐπ΄ ἴσης τῆς πατρίδος͵ καὶ ἐπειδὴ μετεπέμπετο τῶν πολεμίων μεγάλῳ στόλῳ ἐπιπλευσάντων τῇ Λιβύῃ͵ ταχέως ὑπήκουσα͵ καὶ ἰδιώτην ἐμαυτὸν παρέσχον καὶ καταδικασθεὶς ἤνεγκα εὐγνωμόνως τὸ πρᾶγμα. Καὶ ταῦτα ἔπραξα βάρβαρος ὢν καὶ ἀπαίδευτος παιδείας τῆς Ἑλληνικῆς καὶ οὔτε Ὅμηρον ὥσπερ οὗτος ῥαψῳδῶν οὔτε ὑπ΄ Ἀριστοτέλει τῷ σοφιστῇ παιδευθείς͵ μόνῃ δὲ τῇ φύσει ἀγαθῇ χρησάμενος. Ταῦτά ἐστιν ἃ ἐγὼ Ἀλεξάνδρου ἀμείνων φημὶ εἶναι. Εἰ δέ ἐστι καλλίων οὑτοσί͵ διότι διαδήματι τὴν κεφαλὴν διεδέδετο͵ Μακεδόσι ἴσως καὶ ταῦτα σεμνά͵ οὐ μὴν διὰ τοῦτο ἀμείνων μὲν δόξειεν ἂν γενναίου καὶ στρατηγικοῦ ἀνδρὸς τῇ γνώμῃ πλέον ἤπερ τῇ τύχῃ κεχρημένου.

ΜΙΝΩΣ : Ὁ μὲν εἴρηκεν οὐκ ἀγεννῆ τὸν λόγον οὐδὲ ὡς Λίβυν εἰκὸς ἦν ὑπὲρ αὑτοῦ. σὺ δέ͵ ὦ Ἀλέξανδρε͵ τί πρὸς ταῦτα φῄς ;

ΑΛΕΞΑΝΔΡΟΣ : Ἐχρῆν μέν͵ ὦ Μίνως͵ μηδὲν πρὸς ἄνδρα οὕτω θρασὺν· ἱκανὴ γὰρ ἡ φήμη διδάξαι σε͵ οἷος μὲν ἐγὼ βασιλεύς͵ οἷος δὲ οὗτος λῃστὴς ἐγένετο. ὅμως δὲ ὅρα εἰ κατ΄ ὀλίγον αὐτοῦ διήνεγκα͵ ὃς νέος ὢν ἔτι παρελθὼν ἐπὶ τὰ πράγματα καὶ τὴν ἀρχὴν τεταραγμένην κατέσχον καὶ τοὺς φονέας τοῦ πατρὸς μετῆλθον͵ κᾆτα φοβήσας τὴν Ἑλλάδα τῇ Θηβαίων ἀπωλείᾳ στρατηγὸς ὑπ΄ αὐτῶν χειροτονηθεὶς οὐκ ἠξίωσα τὴν Μακεδόνων ἀρχὴν περιέπων ἀγαπᾶν ἄρχειν ὁπόσων ὁ πατὴρ κατέλιπεν͵ ἀλλὰ πᾶσαν ἐπινοήσας τὴν γῆν καὶ δεινὸν ἡγησάμενος͵ εἰ μὴ ἁπάντων κρατήσαιμι͵ ὀλίγους ἄγων εἰσέβαλον εἰς τὴν Ἀσίαν͵ καὶ ἐπί τε Γρανικῷ ἐκράτησα μεγάλῃ μάχῃ καὶ τὴν Λυδίαν λαβὼν καὶ Ἰωνίαν καὶ Φρυγίαν καὶ ὅλως τὰ ἐν ποσὶν ἀεὶ χειρούμενος ἦλθον ἐπὶ Ἰσσόν͵ ἔνθα Δαρεῖος ὑπέμεινεν μυριάδας πολλὰς στρατοῦ ἄγων. Καὶ τὸ ἀπὸ τούτου͵ ὦ Μίνως͵ ὑμεῖς ἴστε ὅσους ὑμῖν νεκροὺς ἐπὶ μιᾶς ἡμέρας κατέπεμψα· φησὶ γοῦν ὁ πορθμεὺς μὴ διαρκέσαι αὐτοῖς τότε τὸ σκάφος͵ ἀλλὰ σχεδίας διαπηξαμένους τοὺς πολλοὺς αὐτῶν διαπλεῦσαι. Καὶ ταῦτα δὲ ἔπραττον αὐτὸς προκινδυνεύων καὶ τιτρώσκεσθαι ἀξιῶν. Καὶ ἵνα σοὶ μὴ τὰ ἐν Τύρῳ μηδὲ τὰ ἐν Ἀρβήλοις διηγήσωμαι͵ ἀλλὰ καὶ μέχρι Ἰνδῶν ἦλθον καὶ τὸν Ὠκεανὸν ὅρον ἐποιησάμην τῆς ἀρχῆς καὶ τοὺς ἐλέφαντας αὐτῶν εἶχον καὶ Πῶρον ἐχειρωσάμην͵ καὶ Σκύθας δὲ οὐκ εὐκαταφρονήτους ἄνδρας ὑπερβὰς τὸν Τάναϊν ἐνίκησα μεγάλῃ ἱππομαχίᾳ͵ καὶ τοὺς φίλους εὖ ἐποίησα καὶ τοὺς ἐχθροὺς ἠμυνάμην. Εἰ δὲ καὶ θεὸς ἐδόκουν τοῖς ἀνθρώποις͵ συγγνωστοὶ ἐκεῖνοι πρὸς τὸ μέγεθος τῶν πραγμάτων καὶ τοιοῦτόν τι πιστεύσαντες περὶ ἐμοῦ. Τὸ δ΄ οὖν τελευταῖον ἐγὼ μὲν βασιλεύων ἀπέθανον͵ οὗτος δὲ ἐν φυγῇ ὢν παρὰ Προυσίᾳ τῷ Βιθυνῷ, καθάπερ ἄξιον ἦν πανουργότατον καὶ ὠμότατον ὄντα· ᾧ γὰρ δὴ ἐκράτησε τῶν Ἰταλῶν οὐ σύνεσις οὐδ’ ἰσχὺς ἦν, ἀλλὰ πονηρία καὶ ἀπιστία καὶ δόλοι, νόμιμον δὲ ἢ προφανὲς οὐδὲν. Ἐπεὶ δέ μοι ὠνείδισε τὴν τρυφὴν, ἐκλελῆσθαί μοι δοκεῖ οἷα ἐποίει ἐν Καπύῃ τοὺς τοῦ πολέμου καιροὺς ὀ θαυμάσιος καθηδυπαθῶν. Ἐγὼ δὲ εἰ μὴ, μικρὰ τὰ ἑσπέρια δόξας, ἐπὶ τὴν ἑῴαν μᾶλλον ὅρμησα, τί ἂν μέγα ἔπραξα Ἰταλίαν ἀναιμωτὶ λαβὼν καὶ Λιβύην καὶ τὰ μέχρι Γαδείρων ὑπαγόμενος ; ἀλλ’ οὐκ ἀξιόμαχα ἔδοξέ μοι ἐκεῖνα ὑποπτήσσοντα ἤδη καὶ δεσπότην ὁμολογοῦντα. Εἴρηκα· σὺ δέ, ὦ Μίνως, δίκαζε· ἱκανὰ γὰρ ἀπὸ πολλῶν καὶ ταῦτα.

ΣΚΙΠΙΩΝ : Μὴ πρότερον, ἤν μὴ καὶ ἐμοῦ ἀκούσης.

ΜΙΝΩΣ : Τίς γὰρ εἶ, ὦ βέλτιστε ; ἢ πόθεν ὢν ἐρεῖς ;

ΣΚΙΠΙΩΝ : Ἰταλιώτης, Σκιπίων στρατηγός, ὁ καθελὼν Καρχηδόνα καὶ κρατήσας Λιβύων μεγάλαις μάχαις.

ΜΙΝΩΣ : Τί οὖν καὶ σὺ ἐρεῖς ;

ΣΚΙΠΙΩΝ : Ἀλεξάνδρου μὲν ἥττων εἶναι, τοῦ δὲ Ἀννίβου ἀμείνων, ὅς γε ἐδίωξα νικήσας αὐτὸν καὶ φυγεῖν καταναγκάσας ἀτίμως. Πῶς οὖν ἀναίσχυντος οὖτος, ὃς πρὸς Ἀλέξανδρον ἁμιλλᾶται, ᾧ οὐδ’ ἐγὼ ὁ νενικηκὼς ἐμαυτὸν παραβάλλεσθαι ἀξιῶ ;

ΜΙΝΩΣ : Νὴ Δί’, εὐγνώμονα φῄς, ὦ Σκιπίων· ὥστε πρῶτος μὲν κεκρίσθω Ἀλέξανδρος, μετ’ αὐτὸν δὲ σύ, εἶτα, εἰ δοκεῖ, τρίτος Ἀννίβας, οὐδὲ οὖτος εὐκαταφρόνητος ὤν.

Traduction

Alexandre, Hannibal, Minos et Scipion.

ALEXANDRE : Il faut que j’aie la préférence sur toi, Libyen, car je suis plus courageux.

HANNIBAL : Non pas, certes, mais moi.

ALEXANDRE : Hé bien, que Minos en soit juge.

MINOS : Qui êtes-vous ?

ALEXANDRE : Lui, c’est Hannibal le Carthaginois, et moi je suis Alexandre, fils de Philippe.

MINOS : Par Zeus, vous êtes célèbres tous les deux, mais à quel sujet votre querelle ?

ALEXANDRE : Au sujet de la préséance. Il prétend en effet avoir été meilleur stratège que moi, et moi, comme la terre entière le sait, j’affirme que j’ai surpassé dans l’art de la guerre, non seulement cet homme, mais presque tous ceux qui m’avaient précédé.

MINOS : Hé bien, que chacun de vous parle à son tour ; toi, le Libyen, parle le premier.

HANNIBAL : J’ai tiré ce seul avantage, Minos, qu’ici j’ai appris à fond aussi la langue grecque ; de sorte que même sur ce point cet homme ne saurait l’emporter sur moi. J’affirme que ceux-là sont les plus dignes de louanges, qui n’étant rien au commencement, sont parvenus par eux-mêmes à  la grandeur, ayant acquis la puissance et la réputation de mériter le pouvoir. Pour ma part, parti avec une petite troupe en Espagne, subordonné d’abord à mon frère[1], je fus jugé digne des plus grands commandements, ayant été considéré comme le plus valeureux, et je conquis les Celtibères et me rendis maître des Galates occidentaux[2], et, ayant franchi  les hautes montagnes je parcourus tout l’Éridan[3] et je soulevai de si grandes villes, et  je domptai la plaine Italienne, et j’allai jusqu’aux faubourgs de la capitale et je tuai en un seul jour tant d’hommes que l’on compta leurs anneaux d’or par boisseaux et que les fleuves furent comblés par les morts. Et j’ai accompli tout cela sans prendre le nom de fils d’Ammon ni prétendre être un dieu, ni raconter les songes de ma mère, mais en avouant être un être humain, en luttant contre les généraux les plus avisés et en m’attaquant aux soldats les plus combattifs, et non en luttant contre des Mèdes et des Arméniens qui prennent la fuite avant qu’on les poursuive et qui donnent aussitôt la victoire à l’audacieux. Alexandre, lui, ayant reçu le pouvoir paternel l’a accru et l’a beaucoup étendu en utilisant l’impulsion du hasard. Assurément lorsqu’il eut vaincu ce fléau de Darius à Issos et remporté la bataille d’Arbèles, s’affranchissant des règles ancestrales, il jugeait bon que l’on s’agenouillât devant lui, il adopta le mode de vie mède et assassinait ses amis pendant ses banquets et les faisait saisir pour les mettre à mort. Moi j’ai commandé une patrie égalitaire, et lorsque elle se mit à me rappeler alors que les ennemis navigaient vers la Libye avec une grande troupe, j’obéis bien vite, et je m’offris comme simple particulier, et, condamné, je supportai noblement cette affaire. Et cela, je l’ai fait étant barbare, sans avoir reçu l’éducation grecque, sans avoir chanté Homère comme lui, ni avoir été élevé par le philosophe Aristote, ne suivant que ma bonne nature. Voilà en quoi je prétends être meilleur qu’Alexandre. S’il est plus beau parce qu’il a ceint sa tête d’un diadème, peut-être cela est-il majestueux aux yeux des Macédoniens, mais ce n’est pas pour cela qu’il pourrait paraître meilleur qu’un homme noble, qu’un général qui s’est servi de son intelligence plus que de la chance.

MINOS : Cet homme a prononcé un discours qui ne manque pas de noblesse, et il n’a pas plaidé sa cause comme on l’aurait attendu d’un Libyen. Et toi, Alexandre, que dis-tu à cela ?

ALEXANDRE : Il faudrait ne rien dire, Minos, contre un homme si audacieux ; la renommée suffit en effet pour t’enseigner quel roi je fus, et quel brigand il a été. Cependant vois si je l’ai peu surpassé, moi qui, encore jeune, étant venu aux affaires et ayant récupéré un pouvoir abattu[4], ai poursuivi les assassins de mon père, et, ayant ensuite terrifié la Grèce par le sac de Thèbes, élu stratège par les Grecs, je n’ai pas jugé bon, en exerçant avec sollicitude le pouvoir sur les Macédoniens, de me contenter de l’empire que m’avait laissé mon père, mais, songeant à la terre entière, et pensant que ce serait indigne, si je ne m’en rendais pas maître, emmenant une petite troupe, je me jetai sur l’Asie, et je me rendis maître du Granique en un grand combat, et ayant pris la Lydie, l’Ionie et la Phrygie, et, l’emportant toujours sur ce qui était devant moi j’arrivai à Issos, là où Darius m’attendait avec des myriades de soldats. Et après cela, Minos, vous savez combien de morts en un seul jour je vous ai envoyés ; le nocher dit en effet  qu’alors sa barque ne leur a pas suffi, mais que beaucoup d’entre eux ont traversé en s’étant fabriqué des radeaux. Et cela je l’ai fait en allant moi-même au-devant du danger et en jugeant bon d’être blessé. Et pour ne rien te dire de mes exploits à  Tyr et à Arbèles, du moins je suis allé jusqu’en Inde et j’ai fait de l’Océan la frontière de mon empire, et je possédais ses éléphants, et j’ai vaincu Poros, et, passant le Tanaïs j’ai vaincu les Scythes qui ne sont pas des guerriers méprisables dans un grand combat à cheval, et j’ai bien traité mes amis, et j’ai châtié mes ennemis. Et si j’ai passé pour un dieu aux yeux des hommes, ils sont pardonnables à cause de la grandeur de mes exploits, et d’avoir cru quelque chose de semblable à mon sujet. A la fin, donc, moi je suis mort en roi, et lui en fuite chez le Bithynien Prusias, comme le méritait l’homme le plus artificieux et le plus grossier ; Ce qui lui permit de vaincre les Italiens, ce ne fut ni l’intelligence ni la force, mais la méchanceté, la fourberie et les ruses, rien de régulier ni d’illustre. Et lorsqu’il me reproche ma débauche, cet homme étonnant me semble avoir oublié ce qu’il fit à Capoue, perdant dans les plaisirs les occasions de la guerre. Quant à moi, si, ayant peu de considération pour l’Occident, je n’avais pas fondu de préférence sur l’Orient, pourquoi n’aurais-je pas accompli des exploits, prenant l’Italie sans coup férir et soumettant et la Libye et les terres jusqu’à Gadès ? Mais ces pays ne me semblèrent pas dignes de conquête, étant déjà tremblantes de peur et me reconnaissant comme maître. J’ai dit. Toi, Minos, juge. Car ce que je viens de dire, entre autres, suffit.

SCIPION : Ne juge pas avant de m’avoir écouté.

MINOS : Qui es-tu, mon brave, et d’où viens-tu pour parler ?

SCIPION : Je suis italien, le général Scipion, celui qui a détruit Carthage et s’est rendu maître des Libyens en de grands combats.

MINOS : Et que diras-tu donc, toi ?

SCIPION : Que je vaux moins qu’Alexandre, mais que je suis meilleur qu’Hannibal, moi qui l’ai poursuivi après l’avoir vaincu et contraint de fuir honteusement. Comment donc a-t-il l’impudence de rivaliser avec Alexandre, alors que moi, son vainqueur, je ne m’estime pas digne de lui être comparé ?

MINOS : Par Zeus, tu parles noblement, Scipion. Qu’Alexandre soit donc déclaré le premier, et toi après lui, et, si l’on veut, qu’Hannibal soit le troisième, lui qui n’est pas tant à dédaigner.

Commentaire

Ce dialogue, traduit ou plutôt adapté au XVème siècle, en latin, par Joannès Aurispa, puis traduit en français, sera mis en vers par Marot dans son Adolescence Clémentine, sous le titre « Le Jugement de Minos ».

Dialogue 22 : Charon et Ménippe

XXII – ΧΑΡΩΝΟΣ ΚΑΙ ΜΕΝΙΠΠΟΥ

ΧΑΡΩΝ : Ἀπόδος͵ ὦ κατάρατε͵ τὰ πορθμεῖα.

ΜΕΝΙΠΠΟΣ : Βόα͵ εἰ τοῦτό σοι͵ ὦ Χάρων͵ ἥδιον.

ΧΑΡΩΝ : Ἀπόδος͵ φημί͵ ἀνθ΄ ὧν σε διεπορθμεύσαμεν.

ΜΕΝΙΠΠΟΣ : Οὐκ ἂν λάβοις παρὰ τοῦ μὴ ἔχοντος.

ΧΑΡΩΝ : Ἔστι δέ τις ὀβολὸν μὴ ἔχων;

ΜΕΝΙΠΠΟΣ : Εἰ μὲν καὶ ἄλλος τις οὐκ οἶδα͵ ἐγὼ δ΄ οὐκ ἔχω.

ΧΑΡΩΝ : Καὶ μὴν ἄγξω σε νὴ τὸν Πλούτωνα͵ ὦ μιαρέ͵ ἢν μὴ ἀποδῷς.

ΜΕΝΙΠΠΟΣ : Κἀγὼ τῷ ξύλῳ σου πατάξας διαλύσω τὸ κρανίον.

ΧΑΡΩΝ : Μάτην οὖν ἔσῃ πεπλευκὼς τοσοῦτον πλοῦν.

ΜΕΝΙΠΠΟΣ : Ὁ Ἑρμῆς ὑπὲρ ἐμοῦ σοι ἀποδότω͵ ὅς με παρέδωκέ σοι.

ΕΡΜΗΣ : Νὴ Δί΄ ὀναίμην γε͵ εἰ μέλλω καὶ ὑπερεκτίνειν τῶν νεκρῶν.

ΧΑΡΩΝ : Οὐκ ἀποστήσομαί σου.

ΜΕΝΙΠΠΟΣ : Τούτου γε ἕνεκα νεωλκήσας τὸ πορθμεῖον παράμενε· πλὴν ἀλλ΄ ὅ γε μὴ ἔχω͵ πῶς ἂν λάβοις;

ΧΑΡΩΝ : Σὺ δ΄ οὐκ ᾔδεις κομίζειν δέον;

ΜΕΝΙΠΠΟΣ : ῎Ηιδειν μέν͵ οὐκ εἶχον δέ. τί οὖν; ἐχρῆν διὰ τοῦτο μὴ ἀποθανεῖν;

ΧΑΡΩΝ : Μόνος οὖν αὐχήσεις προῖκα πεπλευκέναι;

ΜΕΝΙΠΠΟΣ : Οὐ προῖκα͵ ὦ βέλτιστε· καὶ γὰρ ἤντλησα καὶ τῆς κώπης συνεπελαβόμην καὶ οὐκ ἔκλαον μόνος τῶν ἄλλων ἐπιβατῶν.

ΧΑΡΩΝ : Οὐδὲν ταῦτα πρὸς πορθμέα· τὸν ὀβολὸν ἀποδοῦναί σε δεῖ· οὐ θέμις ἄλλως γενέσθαι.

ΜΕΝΙΠΠΟΣ : Οὐκοῦν ἄπαγέ με αὖθις ἐς τὸν βίον.

ΧΑΡΩΝ : Χάριεν λέγεις͵ ἵνα καὶ πληγὰς ἐπὶ τούτῳ παρὰ τοῦ Αἰακοῦ προσλάβω.

ΜΕΝΙΠΠΟΣ : Μὴ ἐνόχλει οὖν.

ΧΑΡΩΝ : Δεῖξον τί ἐν τῇ πήρᾳ ἔχεις.

ΜΕΝΙΠΠΟΣ : Θέρμους͵ εἰ θέλεις͵ καὶ τῆς Ἑκάτης τὸ δεῖπνον.

ΧΑΡΩΝ : Πόθεν τοῦτον ἡμῖν͵ ὦ Ἑρμῆ͵ τὸν κύνα ἤγαγες; οἷα δὲ καὶ ἐλάλει παρὰ τὸν πλοῦν τῶν ἐπιβατῶν ἁπάντων καταγελῶν καὶ ἐπισκώπτων καὶ μόνος ᾄδων οἰμωζόντων ἐκείνων.

ΕΡΜΗΣ : Ἀγνοεῖς, ὦ Χάρων͵ ὅντινα ἄνδρα διεπόρθμευσας; ἐλεύθερον ἀκριβῶς· οὐδένος αὐτῷ μέλει. οὗτός ἐστιν ὁ Μένιππος.

ΧΑΡΩΝ : Καὶ μὴν ἄν σε λάβω ποτέ

ΜΕΝΙΠΠΟΣ : Ἂν λάβῃς, ὦ βέλτιστε· δὶς δὲ οὐκ ἂν λάβοις.

Traduction

CHARON, HERMES ET MENIPPE

Charon : Paie-moi ton passage, misérable.

Ménippe : Tu peux crier, Charon, si cela t’amuse.

Charon : Paie-moi, te dis-je, la peine que j’ai prise de te passer

Ménippe : Qui n’a rien, ne peut rien donner.

Charon : Qui donc n’a pas une obole ?

Ménippe : Tout le monde en a peut-être ; mais moi, je n’en ai pas.

Charon : J’en atteste Pluton, vaurien, je t’étrangle, si tu ne me paies.

Ménippe : Et moi, d’un coup de bâton, je te brise la tête

Charon : C’est donc pour rien que tu auras fait une si longue traversée ?

Ménippe : Que Mercure paie pour moi, puisque c’est lui qui m’amène.

Hermès : Par Zeus, où en serais-je, s’il me fallait payer pour les morts ?

Charon : Je ne te lâcherai pas

Ménippe : A ce compte, tu peux tirer ta barque au sec et attendre. Aussi bien, ce que je n’ai pas, comment pourrais-tu le prendre ?

Charon : Tu ne savais pas qu’il fallait apporter de l’argent ?

Ménippe : Je le savais, mais je n’en avais pas. Et quoi ! fallait-il pour cela ne pas mourir ?

Charon : Toi seul, donc, tu te vanteras d’avoir navigué gratis ?

Ménippe: Pas gratis, mon cher, car j’ai écopé, je t’ai aidé à ramer, et je suis le seul de tous les autres passagers à ne pas avoir pleuré.

Charon : Ce n’est pas le problème du nocher. Tu dois payer ton obole, car il n’est pas permis qu’il en soit autrement.

Ménippe : Ramène-moi donc à la vie

Charon : Tu plaisantes, pour cela je devrais recevoir des coups de la part d’Eaque.

Ménippe : Ne m’embête donc pas.

Charon : Montre ce que tu as dans ta besace.

Ménippe : Des lupins, si tu veux, et le dîner d’Hécate

Charon : D’où nous sors-tu ce chien-là, Hermès ? Comme il bavardait tout au long de la traversée, se moquant et riant de tous les autres passagers, lui seul chantait, alors qu’eux pleuraient.

Hermès : Ignores-tu, Charon, quel homme véritablement libre tu viens de faire traverser ? C’est Ménippe.

Charon : Ah, si jamais je t’attrape…

Ménippe : Si tu m’attrapes, mon cher ? Tu ne saurais m’attraper deux fois.

[1] Il s’agit d’Hasdrubal.

[2] Les Galates d’Occidents sont les Gaulois (par opposition aux Galates proprement dits, ou Galates d’Orient).

[3] L’Éridan : ici, le Pô.

[4] Philippe avait été assassiné.