Lucien, « Dialogue des Courtisanes »

Portrait fictif de Lucien de Samosate, par le peinte anglais William Faithorne (1626 ou 27) ; Wikimedia Commons

Dialogue 2. « Myrtion, Pamphile et Doris ».

[2,1] ΜΥΡΤΙΟΝ. Γαμεῖς, ὦ Πάμφιλε, τὴν Φίλωνος τοῦ ναυκλήρου θυγατέρα καὶ ἤδη σε γεγαμηκέναι φασίν ; οἱ τοσοῦτοι δὲ ὅρκοι οὓς ὤμοσας καὶ τὰ δάκρυα ἐν ἀκαρεῖ πάντα οἴχεται, καὶ ἐπιλέλησαι Μυρτίου νῦν, καὶ ταῦτα, ὦ Πάμφιλε, ὁπότε κύω μῆνα ὄγδοον ἤδη ; τοῦτο γοῦν καὶ μόνον ἐπριάμην τοῦ σοῦ ἔρωτος, ὅτι μου τηλικαύτην πεποίηκας τὴν γαστέρα καὶ μετὰ μικρὸν παιδοτροφεῖν δεήσει, πρᾶγμα ἑταίρᾳ βαρύτατον· οὐ γὰρ ἐκθήσω τὸ τεχθέν, καὶ μάλιστα εἰ ἄρρεν γένοιτο, ἀλλὰ Πάμφιλον ὀνομάσασα ἐγὼ μὲν ἕξω παραμύθιον τοῦ ἔρωτος, σοὶ δὲ ὀνειδιεῖ ποτε ἐκεῖνος, ὡς ἄπιστος γεγένησαι περὶ τὴν ἀθλίαν αὐτοῦ μητέρα. Γαμεῖς δ´ οὐ καλὴν παρθένον· εἶδον γὰρ αὐτὴν ἔναγχος ἐν τοῖς Θεσμοφορίοις μετὰ τῆς μητρός, οὐδέπω εἰδυῖα ὅτι δι´ αὐτὴν οὐκέτι ὄψομαι Πάμφιλον. Καὶ σὺ δ´ οὖν πρότερον ἰδοῦ αὐτὴν καὶ τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς ἰδέ· μή σε ἀνιάτω, εἰ πάνυ γλαυκοὺς ἔχει αὐτοὺς μηδὲ ὅτι διάστροφοί εἰσι καὶ ἐς ἀλλήλους ὁρῶσι· μᾶλλον δὲ τὸν Φίλωνα ἑώρακας τὸν πατέρα τῆς νύμφης, τὸ πρόσωπον αὐτοῦ οἶσθα, ὥστε οὐδὲν ἔτι δεήσει τὴν θυγατέρα ἰδεῖν.

[2,2] ΠΑΜΦΙΛΟΣ. Ἔτι σου ληρούσης, ὦ Μύρτιον, ἀκούσομαι παρθένους καὶ γάμους ναυκληρικοὺς διεξιούσης ; ἐγὼ δὲ ἢ σιμήν τινα ἢ καλὴν νύμφην οἶδα ; ἢ ὅτι Φίλων ὁ Ἀλωπεκῆθεν – οἶμαι γὰρ ἐκεῖνον λέγειν σε – θυγατέρα ὅλως εἶχεν ὡραίαν ἤδη γάμου ; ἀλλ´ οὐδὲ φίλος ἐστὶν οὗτος τῷ πατρί· μέμνημαι γὰρ ὡς πρῴην ἐδικάσατο περὶ συμβολαίου· τάλαντον, οἶμαι, ὀφείλων γὰρ τῷ πατρὶ οὐκ ἤθελεν ἐκτίνειν, ὁ δὲ παρὰ τοὺς ναυτοδίκας ἀπήγαγεν αὐτόν, καὶ μόλις ἐξέτισεν αὐτό, οὐδ´ ὅλον, ὡς ὁ πατὴρ ἔφασκεν. Εἰ δὲ καὶ γαμεῖν ἐδέδοκτό μοι, τὴν Δημέου θυγατέρα τὴν τοῦ πέρυσιν ἐστρατηγηκότος ἀφείς, καὶ ταῦτα πρὸς μητρὸς ἀνεψιὰν οὖσαν, τὴν Φίλωνος ἐγάμουν ἄν ; σὺ δὲ πόθεν ταῦτα ἤκουσας ; ἢ τίνας σεαυτῇ, ὦ Μύρτιον, κενὰς ζηλοτυπίας σκιαμαχοῦσα ἐξεῦρες ;

[2,3] ΜΥΡΤΙΟΝ. Οὐκοῦν οὐ γαμεῖς, ὦ Πάμφιλε ;

ΠΑΜΦΙΛΟΣ. Μέμηνας, ὦ Μύρτιον, ἢ κραιπαλᾷς ; καίτοι χθὲς οὐ πάνυ ἐμεθύσθημεν.

ΜΥΡΤΙΟΝ. Ἡ Δωρὶς αὕτη ἐλύπησέ με· πεμφθεῖσα γὰρ ὡς ἔρια ὠνήσαιτό μοι ἐπὶ τὴν γαστέρα καὶ εὔξαιτο τῇ Λοχείᾳ ὡς ὑπὲρ ἐμοῦ, Λεσβίαν ἔφη ἐντυχοῦσαν αὐτῇ – μᾶλλον δὲ σὺ αὐτῷ, ὦ Δωρί, λέγε ἅπερ ἀκήκοας, εἴ γε μὴ ἐπλάσω ταῦτα.

ΔΩΡΙΣ. Ἀλλ´ ἐπιτριβείην, ὦ δέσποινα, εἴ τι ἐψευσάμην· ἐπεὶ γὰρ κατὰ τὸ πρυτανεῖον ἐγενόμην, ἐνέτυχέ μοι ἡ Λεσβία μειδιῶσα καὶ φησίν, Ὁ ἐραστὴς ὑμῶν ὁ Πάμφιλος γαμεῖ τὴν Φίλωνος θυγατέρα· εἰ δὲ ἀπιστοίην, ἠξίου με παρακύψασαν ἐς τὸν στενωπὸν ὑμῶν ἰδεῖν πάντα κατεστεφανωμένα καὶ αὐλητρίδας καὶ θόρυβον καὶ ὑμέναιον ᾄδοντάς τινας.

ΠΑΜΦΙΛΟΣ. Τί οὖν ; παρέκυψας, ὦ Δωρί ;

ΔΩΡΙΣ. Καὶ μάλα, καὶ εἶδον ἅπαντα ὡς ἔφη.

[2,4] ΠΑΜΦΙΛΟΣ. Μανθάνω τὴν ἀπάτην· οὐ γὰρ πάντα ἡ Λεσβία, ὦ Δωρί, πρὸς σὲ ἐψεύσατο καὶ σὺ τἀληθῆ ἀπήγγελκας Μυρτίῳ. πλὴν μάτην γε ἐταράχθητε· οὔτε γὰρ παρ´ ἡμῖν οἱ γάμοι, ἀλλὰ νῦν ἀνεμνήσθην ἀκούσας τῆς μητρός, ὁπότε χθὲς ἀνέστρεψα παρ´ ὑμῶν· ἔφη γάρ, Ὦ Πάμφιλε, ὁ μὲν ἡλικιώτης σοι Χαρμίδης τοῦ γείτονος Ἀρισταινέτου υἱὸς γαμεῖ ἤδη καὶ σωφρονεῖ, σὺ δὲ μέχρι τίνος ἑταίρᾳ σύνει ; τοιαῦτα παρακούων αὐτῆς ἐς ὕπνον κατηνέχθην· εἶτα ἕωθεν προῆλθον ἀπὸ τῆς οἰκίας, ὥστε οὐδὲν εἶδον ὧν ἡ Δωρὶς ὕστερον εἶδεν. Εἰ δὲ ἀπιστεῖς, αὖθις ἀπελθοῦσα, ὦ Δωρί, ἀκριβῶς ἰδὲ μὴ τὸν στενωπόν, ἀλλὰ τὴν θύραν, ποτέρα ἐστὶν ἡ κατεστεφανωμένη· εὑρήσεις γὰρ τὴν τῶν γειτόνων.

ΜΥΡΤΙΟΝ. Ἀπέσωσας, ὦ Πάμφιλε· ἀπηγξάμην γὰρ ἄν, εἴ τι τοιοῦτο ἐγένετο.

ΠΑΜΦΙΛΟΣ. Ἀλλ´ οὐκ ἂν ἐγένετο, μηδ´ οὕτω μανείην, ὡς ἐκλαθέσθαι Μυρτίου, καὶ ταῦτα ἤδη μοι κυούσης παιδίον.

Vocabulaire

  • ἀπάγχομαι (ao. ἀπηγξάμην) : se pendre

Le lexique du mariage

  • Γαμέω-ῶ : se marier (pour un homme) ; pour une femme, se dit γαμοῦμαι (au moyen). On remarquera que le futur de γαμέω est γαμῶ : le premier mot du texte peut donc être un présent ou un futur. Mais on peut parier pour un présent : le fait est dramatiquement présent pour Myrtion, dont la survie économique dépend de la fidélité de son amant !
    Ce qui renforce la présomption d’un présent, c’est le parfait γεγαμηκέναι : comme si le fait était non seulement présent, mais déjà achevé.
  • γάμος ου (ὁ) : le mariage. Désigne aussi (surtout au pluriel) les noces, la fête du mariage.
  • Ἡ νύμφη, ης : la jeune femme, la fiancée (la femme en tant que femme à marier)
  • ὑμέναιος ου (ὁ) : le chant d’hyménée
  • καταστεφανόω -ῶ : couronner (fait partie des rites du mariage)

Les systèmes conditionnels

  • οὐ γὰρ ἐκθήσω τὸ τεχθέν, καὶ μάλιστα εἰ ἄρρεν γένοιτο : « je n’exposerai pas le bébé (part. aor. de τίκτω), et surtout s’il s’agissait d’un mâle.
    L’optatif (là où on attendrait un éventuel, au subjonctif) montre que l’on est passé d’une éventualité à un simple potentiel.
  • Εἰ δὲ καὶ γαμεῖν ἐδέδοκτό μοι, […], τὴν Φίλωνος ἐγάμουν ἄν ; « et s’il m’avait paru bon de me marier, j’épouserais la fille de Philon ? »
    Système irréel du présent, avec protase au plus-que-parfait, et apodose à l’imparfait.
  • Ἀλλ´ ἐπιτριβείην, ὦ δέσποινα, εἴ τι ἐψευσάμην « hé bien, puissé-je être brisée (optatif aoriste passif), maîtresse, si j’ai dit quelque mensonge ». La protase ( εἴ + optatif) est à l’irréel du passé, l’apodose est un souhait à l’optatif.
  • εἰ δὲ ἀπιστοίην, ἠξίου με παρακύψασαν ἐς τὸν στενωπὸν ὑμῶν ἰδεῖν πάντα κατεστεφανωμένα καὶ αὐλητρίδας καὶ θόρυβον καὶ ὑμέναιον ᾄδοντάς τινας. « Si je doutais, elle jugeait bon qu’allant jeter un coup d’œil dans votre ruelle je voie tout couronné, des joueuses de flûte, du vacarme, et des gens chantant l’hyménée. » ; on est ici dans le discours indirect au passé ; la protase est à l’optatif oblique, l’apodose à l’imparfait, mais non pour un irréel du passé, mais parce que le discours est rapporté au passé.
    Dans le discours direct, on aurait : « si tu doutes, va voir dans la ruelle » : ἐὰν ἀπιστῇς (εἰ ἀπιστεῖς), παράκυπτε (παράκυψον)  ἐς τὸν στενωπὸν ὑμῶν…
  • Εἰ δὲ ἀπιστεῖς, αὖθις ἀπελθοῦσα, ὦ Δωρί, ἀκριβῶς ἰδὲ : nous avons ici, très exactement, la transcription de l’exemple ci-dessus au style direct ! « Si tu doutes, retournes-y, Doris, et vois exactement… »
  • ἀπηγξάμην γὰρ ἄν, εἴ τι τοιοῦτο ἐγένετο : « je me serais pendue, en effet, si quelque chose de tel était arrivé » : double aoriste indicatif, irréel du passé.
  • οὐκ ἂν ἐγένετο, μηδ´ οὕτω μανείην : « cela ne serait pas arrivé, et je n’aurais pas été aussi fou… » : irréel du passé.

Des pistes pour un commentaire

1. Un dialogue de comédie entre des personnages de milieu modeste : un garçon célibataire, une hétaïre enceinte de lui, la servante de celle-ci, et les ragots malveillants d’une rivale… C’est une micro-scène, avec un quiproquo (les préparatifs d’un mariage dans la ruelle même de Pamphilos), une tragédie qui se prépare, et une happy end (mais faut-il vraiment y croire?)

2. Le sort des femmes, totalement dépendantes de leurs amants, surtout lorsqu’elles tombent enceintes. On devine une féroce compétition entre elles (vue dès le premier dialogue!)

3. Un aperçu de la vie quotidienne :

  1. les gestes féminins (aller chercher de la laine)
  2. les procès
  3. le mariage et les noces

Dialogue 3 : Philinna et sa mère

MΗΤΗΡ. Ἐμάνης, ὦ Φίλιννα, ἢ τί ἔπαθες ἐν τῷ ξυμποσίῳ χθές; ἧκε γὰρ παρ´ ἐμὲ Δίφιλος ἕωθεν δακρύων καὶ διηγήσατό μοι ἃ ἔπαθεν ὑπὸ σοῦ· μεμεθύσθαι γάρ σε καὶ ἐς τὸ μέσον ἀναστᾶσαν ὀρχήσασθαι αὐτοῦ διακωλύοντος καὶ μετὰ ταῦτα φιλῆσαι Λαμπρίαν τὸν ἑταῖρον αὐτοῦ, καὶ ἐπεὶ ἐχαλέπηνέ σοι, καταλιποῦσαν αὐτὸν ἀπελθεῖν πρὸς τὸν Λαμπρίαν καὶ περιβαλεῖν ἐκεῖνον, ἑαυτὸν δὲ ἀποπνίγεσθαι τούτων γιγνομένων. ἀλλ´ οὐδὲ τῆς νυκτός, οἶμαι, συνεκάθευδες, καταλιποῦσα δὲ δακρύοντα μόνη ἐπὶ τοῦ πλησίον σκίμποδος κατέκεισο ᾄδουσα καὶ λυποῦσα ἐκεῖνον.

ΦΙΛΙΝΝΑ. Τὰ γὰρ αὑτοῦ σοι, ὦ μῆτερ, οὐ διηγήσατο· οὐ γὰρ ἂν συνηγόρευες αὐτῷ ὑβριστῇ ὄντι, ὃς ἐμοῦ ἀφέμενος ἐκοινολογεῖτο Θαΐδι τῇ Λαμπρίου ἑταίρᾳ, μηδέπω ἐκείνου παρόντος· ἐπεὶ δὲ χαλεπαίνουσαν εἶδέ με καὶ διένευσα αὐτῷ οἷα ποιεῖ, τοῦ ὠτὸς ἄκρου ἐφαψάμενος ἀνακλάσας τὸν αὐχένα τῆς Θαΐδος ἐφίλησεν οὕτω προσφυῶς, ὥστε μόλις ἀπέσπασε τὰ χείλη, εἶτ´ ἐγὼ μὲν ἐδάκρυον, ὁ δὲ ἐγέλα καὶ πρὸς τὴν Θαΐδα πολλὰ πρὸς τὸ οὖς ἔλεγε κατ´ ἐμοῦ δηλαδή, καὶ ἡ Θαῒς ἐμειδίασε βλέπουσα πρὸς ἐμέ. ὡς δὲ προσιόντα ᾔσθοντο τὸν Λαμπρίαν καὶ ἐκορέσθησάν ποτε φιλοῦντες ἀλλήλους, ἐγὼ μὲν ὅμως παρ´ αὐτὸν κατεκλίθην, ὡς μὴ καὶ τοῦτο προφασίζοιτο ὕστερον, ἡ Θαῒς δὲ ἀναστᾶσα ὠρχήσατο πρώτη ἀπογυμνοῦσα ἐπὶ πολὺ τὰ σφυρὰ ὡς μόνη καλὰ ἔχουσα, καὶ ἐπειδὴ ἐπαύσατο, ὁ Λαμπρίας μὲν ἐσίγα καὶ εἶπεν οὐδέν, Δίφιλος δὲ ὑπερεπῄνει τὸ εὔρυθμον καὶ τὸ κεχορηγημένον, καὶ ὅτι εὖ πρὸς τὴν κιθάραν ὁ ποὺς καὶ τὸ σφυρὸν ὡς καλὸν καὶ ἄλλα μυρία, καθάπερ τὴν Καλάμιδος Σωσάνδραν ἐπαινῶν, ἀλλ´ οὐχὶ Θαΐδα, ἣν καὶ σὺ οἶσθα συλλουομένην ἡμῖν οἵα ἐστί. Θαῒς δὲ οἷα καὶ ἔσκωψεν εὐθὺς ἐς ἐμέ· Εἰ γάρ τις, ἔφη, μὴ αἰσχύνεται λεπτὰ ἔχουσα τὰ σκέλη, ὀρχήσεται καὶ αὐτὴ ἐξαναστᾶσα. τί ἂν λέγοιμι, ὦ μῆτερ; ἀνέστην γὰρ καὶ ὠρχησάμην. ἀλλὰ τί ἔδει ποιεῖν; ἀνασχέσθαι καὶ ἐπαληθεύειν τὸ σκῶμμα καὶ τὴν Θαΐδα ἐᾶν τυραννεῖν τοῦ συμποσίου;

ΜΗΤΗΡ. Φιλοτιμότερον μέν, ὦ θύγατερ· οὐδὲ φροντίζειν γὰρ ἐχρῆν· λέγε δ´ ὅμως τὰ μετὰ ταῦτα.

ΦΙΛΙΝΝΑ. Οἱ μὲν οὖν ἄλλοι ἐπῄνουν, ὁ Δίφιλος δὲ μόνος ὕπτιον καταβαλὼν ἑαυτὸν ἐς τὴν ὀροφὴν ἀνέβλεπεν, ἄχρις δὴ καμοῦσα ἐπαυσάμην.

ΜΗΤΗΡ. Τὸ φιλῆσαι δὲ τὸν Λαμπρίαν ἀληθὲς ἦν καὶ τὸ μεταβᾶσαν περιπλέκεσθαι αὐτῷ; τί σιγᾷς; οὐκέτι γὰρ ταῦτα συγγνώμης ἄξια.

ΦΙΛΙΝΝΑ. Ἀντιλυπεῖν ἐβουλόμην αὐτόν.

ΜΗΤΗΡ. Εἶτα οὐδὲ συνεκάθευδες, ἀλλὰ καὶ ᾖδες ἐκείνου δακρύοντος; οὐκ αἰσθάνῃ, ὦ θύγατερ, ὅτι πτωχαί ἐσμεν, οὐδὲ μέμνησαι ὅσα παρ´ αὐτοῦ ἐλάβομεν ἢ οἷον δὴ τὸν πέρυσι χειμῶνα διηγάγομεν ἄν, εἰ μὴ τοῦτον ἡμῖν ἡ Ἀφροδίτη ἔπεμψε;

ΦΙΛΙΝΝΑ. Τί οὖν; ἀνέχωμαι διὰ τοῦτο ὑβριζομένη ὑπ´ αὐτοῦ;

ΜΗΤΗΡ. Ὀργίζου μέν, μὴ ἀνθύβριζε δέ. οὐκ οἶσθα ὅτι ὑβριζόμενοι παύονται οἱ ἐρῶντες καὶ ἐπιτιμῶσιν ἑαυτοῖς; σὺ δὲ πάνυ χαλεπὴ ἀεὶ τῷ ἀνθρώπῳ γεγένησαι, καὶ ὅρα μὴ κατὰ τὴν παροιμίαν ἀπορρήξωμεν πάνυ τείνουσαι τὸ καλῴδιον.

LA MÈRE. Tu étais folle, Philinna, ou qu’est-ce que tu avais donc hier pendant le souper ? Diphile est arrivé ce matin tout en larmes, et il m’a raconté ce qu’il avait eu à souffrir de toi. Tu t’es enivrée, tu t’es levée au milieu du festin pour danser, malgré sa défense, et tu as été ensuite donner un baiser à son ami Lamprias. Puis, comme Diphile paraissait mécontent, tu l’as laissé là, tu es allée t’asseoir auprès de Lamprias et tu lui as passé les bras autour du cou, au grand dépit de Diphile. Cette nuit même, ta n’as pas voulu coucher avec lui, tu l’as laissé pleurer, et tu es allée dormir seule sur un lit, voisin du sien, en chantant pour lui faire de la peine.

PHILINNA. Il ne vous a pas dit, ma mère, tout ce qu’il m’a fait, lui. Autrement vous ne prendriez pas le parti de cet insolent. Il m’a abandonnée pour aller causer avec Thaïs, la maîtresse de Lamprias, avant que celui-ci fût arrivé. Il voit que cela me fait de la peine, et je lui fais signe de cesser. Alors il prend Thaïs par le bout de l’oreille, lui fait pencher la tête, et lui donne un baiser si serré, quelle y laisse presque ses lèvres. Je pleure, il se met à rire, à parler longuement à l’oreille de Thaïs, contre moi sans doute, car Thaïs me regardait en riant. Enfin, lorsqu’ils voient Lamprias entrer, ils s’arrêtent, fatigués de leurs baisers réciproques, et moi je vais m’asseoir à côté de Lamprias, sans me figurer que Diphile en prendrait prétexte de querelle. Thaïs se lève et se met à danser la première, ayant grand soin de faire voir ses jambes le plus haut possible, comme si elle était la seule qui eût la jambe bien faite. Quand elle a fini, Lamprias garde le silence, mais Diphile exalte sa souplesse, son talent chorégraphique. Comme son pied est juste en mesure avec la cithare ! Quelle jolie jambe ! Et mille autres louanges. On eût dit qu’il parlait de la Sosandra de Calamis, et non pas de la Thaïs que vous connaissez bien pour l’avoir vue au bain avec nous. Alors cette Thaïs que vous connaissez, voulant se moquer de moi : « Si certaine personne, dit-elle, ne craignait pas de nous montrer une jambe sèche, elle se lèverait et danserait. » Que vous dirai-je, ma mère ? Je me lève et je danse. Que fallait-il donc faire ! Souffrir et accréditer cette raillerie ? Laisser Thaïs régner en souveraine dans le festin ?

LA MÈRE. Tu es trop glorieuse, ma fille. Il fallait t’en moquer. Dis-moi comment les choses se sont ensuite passées.

PHILINNA. Tous les convives m’ont comblée d’éloges. Diphile seul, couché sur le dos, a regardé au plancher jusqu’à ce que je me fusse arrêtée de fatigue.

LA MÈRE. Mais est-il vrai que tu aies donné des baisers à Lamprias, que tu aies quitté ta place pour aller l’embrasser ? Pourquoi ce silence ! Voilà qui est impardonnable.

PHILINNA. Je voulais lui rendre la peine qu’il m’avait faite.

LA MÈRE. Et pour cela tu n’as pas voulu coucher avec lui, tu t’es mise à chanter pendant qu’il pleurait ! Tu ne songes donc pas, ma fille, que nous sommes pauvres ? tu oublies les présents qu’il nous a faits, et comment nous aurions passé l’hiver dernier, si Vénus ne nous eut envoyé ce garçon ! PHILINNA. Eh quoi ! faut-il pour cela que je supporte ses outrages ?

LA MÈRE. De la colère, si tu veux, mais pas de mépris. Tu ne sais donc pas que les amants se rebutent par le mépris et s’en veulent à eux-mêmes ! Tu as toujours été trop dure envers celui-ci. Prends garde, comme dit le proverbe, qu’en voulant trop la tendre, nous ne cassions la corde.

Dialogue 4 : Mélitta et Bacchis

ΜΕΛΙΤΤΑ. Εἴ τινα οἶσθα, Βακχί, γραῦν, οἷαι πολλαὶ Θετταλαὶ λέγονται ἐπᾴδουσαι καὶ ἐρασμίους ποιοῦσαι, εἰ καὶ πάνυ μισουμένη γυνὴ τυγχάνοι, οὕτως ὄναιο, παραλαβοῦσα ἧκέ μοι· θαἰμάτια γὰρ καὶ τὰ χρυσία ταῦτα προείμην ἡδέως, εἰ μόνον ἴδοιμι ἐπ´ ἐμὲ αὖθις ἀναστρέψαντα Χαρῖνον μισήσαντα Σιμίχην ὡς νῦν ἐμέ. ΒΑΚΧΙΣ. Τί φῄς ; οὐκέτι σύνεστε—ἀλλὰ παρὰ τὴν Σιμίχην, ὦ Μέλιττα, καταλιπὼν οἴχεται Χαρῖνος—δι´ ἣν τοσαύτας ὀργὰς τῶν γονέων ἠνέσχετο οὐ βουληθεὶς τὴν πλουσίαν ἐκείνην γῆμαι πέντε προικὸς τάλαντα, ὡς ἔλεγον, ἐπιφερομένην ; πέπυσμαι γὰρ ταῦτά σου ἀκούσασα.
ΜΕΛΙΤΤΑ. Ἅπαντα ἐκεῖνα οἴχεται, ὦ Βακχί, καὶ πέμπτην ταύτην ἡμέραν οὐδ´ ἑώρακα ὅλως αὐτόν, ἀλλὰ πίνουσι παρὰ τῷ συνεφήβῳ Παμμένει αὐτός τε καὶ Σιμίχη.
ΒΑΚΧΙΣ. Δεινά, ὦ Μέλιττα, πέπονθας. ἀλλὰ τί καὶ ὑμᾶς διέστησεν ; ἔοικε γὰρ οὐ μικρὸν τοῦτ´ εἶναι.
ΜΕΛΙΤΤΑ. Τὸ μὲν ὅλον οὐδὲ εἰπεῖν ἔχω· πρῴην δὲ ἀνελθὼν ἐκ Πειραιῶς—κατεληλύθει γάρ, οἶμαι, χρέος ἀπαιτήσων πέμψαντος τοῦ πατρός—οὔτε προσέβλεψεν ἐσελθὼν οὔτε προσήκατο ὡς ἔθος προσδραμοῦσαν, ἀποσεισάμενος δὲ περιπλακῆναι θέλουσαν, Ἄπιθι, φησί, πρὸς τὸν ναύκληρον Ἑρμότιμον ἢ τὰ ἐπὶ τῶν τοίχων γεγραμμένα ἐν Κεραμεικῷ ἀνάγνωθι, ὅπου κατεστηλίτευται ὑμῶν τὰ ὀνόματα. Τίνα Ἑρμότιμον, τίνα, ἔφην, ἢ ποίαν στήλην λέγεις ; ὁ δὲ οὐδὲν ἀποκρινάμενος οὐδὲ δειπνήσας ἐκάθευδεν ἀποστραφείς. πόσα οἴει ἐπὶ τούτῳ μεμηχανῆσθαί με περιλαμβάνουσαν, ἐπιστρέφουσαν, φιλοῦσαν ἀπεστραμμένου τὸ μετάφρενον ; ὁ δ´ οὐδ´ ὁπωστιοῦν ὑπεμαλάχθη, ἀλλ´ Εἴ μοι, φησίν, ἐπὶ πλέον ἐνοχλήσεις, ἄπειμι ἤδη, εἰ καὶ μέσαι νύκτες εἰσίν.
ΒΑΚΧΙΣ. Ὅμως ᾔδεις τὸν Ἑρμότιμον ;
ΜΕΛΙΤΤΑ. Ἀλλά με ἴδοις, ὦ Βακχί, ἀθλιώτερον διάγουσαν ἢ νῦν ἔχω, εἴ τινα ἐγὼ ναύκληρον Ἑρμότιμον οἶδα. πλὴν ἀλλ´ ὁ μὲν ἕωθεν ἀπεληλύθει τοῦ ἀλεκτρυόνος ᾄσαντος εὐθὺς ἀνεγρόμενος, ἐγὼ δὲ ἐμεμνήμην ὅτι κατὰ τοίχου τινὸς ἔλεγε καταγεγράφθαι τοὔνομα ἐν Κεραμεικῷ· ἔπεμψα οὖν Ἀκίδα κατασκεψομένην· ἡ δ´ ἄλλο μὲν οὐδὲν εὗρε, τοῦτο δὲ μόνον ἐπιγεγραμμένον ἐσιόντων ἐπὶ τὰ δεξιὰ πρὸς τῷ Διπύλῳ, Μέλιττα φιλεῖ Ἑρμότιμον, καὶ μικρὸν αὖθις ὑποκάτω, Ὁ ναύκληρος Ἑρμότιμος φιλεῖ Μέλιτταν.
ΒΑΚΧΙΣ. Ὢ τῶν περιέργων νεανίσκων. συνίημι γάρ. λυπῆσαί τις θέλων τὸν Χαρῖνον ἐπέγραψε ζηλότυπον ὄντα εἰδώς· ὁ δὲ αὐτίκα ἐπίστευσεν. εἰ δέ που ἴδοιμι αὐτόν, διαλέξομαι. ἄπειρός ἐστι καὶ παῖς ἔτι.
ΜΕΛΙΤΤΑ. Ποῦ δ´ ἂν ἴδοις ἐκεῖνον, ὃς ἐγκλεισάμενος ἑαυτὸν σύνεστι τῇ Σιμίχῃ ; οἱ γονεῖς δὲ ἔτι παρ´ ἐμοὶ ζητοῦσιν αὐτόν. ἀλλ´ εἴ τινα εὕροιμεν ὦ Βακχί, γραῦν, ὡς ἔφην· ἀποσώσει γὰρ ἂν φανεῖσα.
ΒΑΚΧΙΣ. Ἔστιν, ὦ φιλτάτη, ὅτι χρησίμη φαρμακίς, Σύρα τὸ γένος, ὠμὴ ἔτι καὶ συμπεπηγυῖα, ἥ μοί ποτε Φανίαν χαλεπαίνοντα κἀκεῖνον εἰκῆ, ὥσπερ Χαρῖνος, διήλλαξε μετὰ μῆνας ὅλους τέτταρας, ὅτε ἐγὼ μὲν ἤδη ἀπεγνώκειν, ὁ δὲ ὑπὸ τῶν ἐπῳδῶν ἧκεν αὖθις ἐπ´ ἐμέ.
ΜΕΛΙΤΤΑ. Τί δὲ ἔπραξεν ἡ γραῦς, εἴπερ ἔτι μέμνησαι ;
ΒΑΚΧΙΣ. Λαμβάνει μὲν οὐδὲ πολύν, ὦ Μέλιττα, τὸν μισθόν, ἀλλὰ δραχμὴν καὶ ἄρτον· ἐπικεῖσθαι δὲ δεῖ μετὰ τῶν ἁλῶν καὶ ὀβολοὺς ἑπτὰ καὶ θεῖον καὶ δᾷδα. ταῦτα δὲ ἡ γραῦς λαμβάνει, καὶ κρατῆρα κεκερᾶσθαι δεῖ καὶ πίνειν ἐκείνην μόνην. δεήσει αὐτοῦ μέντοι τι τοῦ ἀνδρὸς εἶναι, οἷον ἱμάτια ἢ κρηπῖδας ἢ ὀλίγας τῶν τριχῶν ἤ τι τῶν τοιούτων.
ΜΕΛΙΤΤΑ. Ἔχω τὰς κρηπῖδας αὐτοῦ.
ΒΑΚΧΙΣ. Ταύτας κρεμάσασα ἐκ παττάλου ὑποθυμιᾷ τῷ θείῳ, πάττουσα καὶ τῶν ἁλῶν ἐπὶ τὸ πῦρ· ἐπιλέγει δὲ ἀμφοῖν τὰ ὀνόματα καὶ τὸ ἐκείνου καὶ τὸ σόν. εἶτα ἐκ τοῦ κόλπου προκομίσασα ῥόμβον ἐπιστρέφει ἐπῳδήν τινα λέγουσα ἐπιτρόχῳ τῇ γλώττῃ, βαρβαρικὰ καὶ φρικώδη ὀνόματα. ταῦτα ἐποίησε τότε. καὶ μετ´ οὐ πολὺ Φανίας, ἅμα καὶ τῶν συνεφήβων ἐπιτιμησάντων αὐτῷ καὶ τῆς Φοιβίδος, ᾗ συνῆν, πολλὰ αἰτούσης, ἧκέ μοι, τὸ πλέον ὑπὸ τῆς ἐπῳδῆς ἀγόμενος. ἔτι δὲ καὶ τοῦτό με σφόδρα κατὰ τῆς Φοιβίδος τὸ μίσηθρον ἐδιδάξατο, τηρήσασαν τὸ ἴχνος, ἐπὰν ἀπολίποι, ἀμαυρώσασαν ἐπιβῆναι μὲν τῷ ἀριστερῷ ἐκείνης τὸν ἐμὸν δεξιόν. τῷ δεξιῷ δὲ τὸν ἀριστερὸν ἔμπαλιν καὶ λέγειν, Ἐπιβέβηκά σοι καὶ ὑπεράνω εἰμί· καὶ ἐποίησα ὡς προσέταξε. ΜΕΛΙΤΤΑ. Μὴ μέλλε, μὴ μέλλε, ὦ Βακχί, κάλει ἤδη τὴν Σύραν. σὺ δέ, ὦ Ἀκί, τὸν ἄρτον καὶ τὸ θεῖον καὶ τὰ ἄλλα πάντα πρὸς τὴν ἐπῳδὴν εὐτρέπιζε.

Vocabulaire

  • Ὄναιιο < ὀνίνημι (optatif aoriste ὀναίμην) : avoir profit
  • προείμην (indicatif aoriste moyen) < προίημι : concéder, permettre
  • ἠνέσχετο < ἀνέχομαι (aoriste moyen) : supporter avec constance
  • προΐξ, προικός : la dot
  • προσήκατο < προσίημι : laisser approcher de soi
  • ὠμός, ή, όν : non cuit, encore vert (NPC avec ὤμος, ου : épaule)
  • συμπεπηγώς, -γυῖα, γός < συμπήγνυμι) : bâtie solidement
  • ἡ δαΐς, δᾳδός : la torche
  • ἡ κρηπίς, -ίδος : chaussure d’homme, demie-botte

Quelques éléments de commentaire

I – Une anecdote classique, rappelant la sauvage rivalité entre les hétaïres, mais montrant aussi les dessous du couple : la courtisane était mal vue des familles…

II – Le portrait d’une sorcière

  • Syrienne (comme Lucien!)
  • verte, solide, portée sur la boisson (un cratère pour elle toute seule!)
  • Salaire modeste (une drachme, un pain) ; autres objets pour le rituel (7 oboles, soufre, torche, objets personnels)

III – Un thème récurrent

  • Théocrite, 3ème siècle av. J-C : texte dont Lucien s’est peut-être souvenu ;
  • Plus tard : Apulée

Dialogue 7, Mousarion et sa mère

ΜΗΤΗΡ. Ἂν δ´ ἔτι τοιοῦτον ἐραστὴν εὕρωμεν, ὦ Μουσάριον, οἷος ὁ Χαιρέας ἐστί, θῦσαι μὲν τῇ πανδήμῳ δεήσει λευκὴν μηκάδα, τῇ οὐρανίᾳ δὲ τῇ ἐν κήποις δάμαλιν, στεφανῶσαι δὲ καὶ τὴν πλουτοδότειραν, καὶ ὅλως μακάριαι καὶ τρισευδαίμονες ἐσόμεθα. Νῦν ὁρᾷς παρὰ τοῦ νεανίσκου ἡλίκα λαμβάνομεν, ὃς ὀβολὸν μὲν οὐδέποτε σοι δέδωκεν, οὐκ ἐσθῆτα, οὐχ ὑποδήματα, οὐ μύρον, ἀλλὰ προφάσεις ἀεὶ καὶ ὑποσχέσεις καὶ μακραὶ ἐλπίδες καὶ πολὺ τό, ἐὰν ὁ πατὴρ …, καὶ κύριος γένωμαι τῶν πατρῴων, καὶ πάντα σά. Σὺ δὲ καὶ ὀμωμοκέναι αὐτὸν φῂς ὅτι νόμῳ γαμετὴν ποιήσεταί σε.

ΜΟΥΣΑΡΙΟΝ. Ὤμοσε γάρ, ὦ μῆτερ, κατὰ ταῖν θεοῖν καὶ τῆς Πολιάδος.

ΜΗΤΗΡ. Καὶ πιστεύεις δηλαδή· καὶ διὰ τοῦτο πρῴην οὐκ ἔχοντι αὐτῷ καταθεῖναι συμβολὴν τὸν δακτύλιον δέδωκας ἀγνοούσης ἐμοῦ, ὁ δὲ ἀποδόμενος κατέπιε, καὶ πάλιν τὰ δύο περιδέραια τὰ Ἰωνικά, ἕλκοντα ἑκάτερον δύο δαρεικούς, ἅ σοι ὁ Χῖος Πραξίας ὁ ναύκληρος ἐκόμισε ποιησάμενος ἐν Ἐφέσῳ· ἐδεῖτο γὰρ Χαιρέας ἔρανον συνεφήβοις ἀπενεγκεῖν. Ὀθόνας γὰρ καὶ χιτωνίσκους τί ἂν λέγοιμι ; Καὶ ὅλως ἕρμαιόν τι ἡμῖν καὶ μέγα ὄφελος ἐμπέπτωκεν οὗτος.

ΜΟΥΣΑΡΙΟΝ. Ἀλλὰ καλὸς καὶ ἀγένειος, καὶ φησὶν ἐρᾶν καὶ δακρύει καὶ Δεινομάχης καὶ Λάχητος υἱός ἐστι τοῦ Ἀρεοπαγίτου καὶ φησὶν ἡμᾶς γαμήσειν καὶ μεγάλας ἐλπίδας ἔχομεν παρ’ αὐτοῦ, ἢν ὁ γέρων μόνον καταμύσῃ.

ΜΗΤΗΡ. Οὐκοῦν, ὦ Μουσάριον, ἐὰν ὑποδήσασθαι δέῃ, καὶ ὁ σκυτοτόμος αἰτῇ τὸ δίδραχμον, ἐροῦμεν πρὸς αὐτόν «  Ἀργύριον μὲν οὐκ ἔχομεν, σὺ δὲ τῶν ἐλπίδων ὀλίγας παρ´ ἡμῶν λαβέ· » καὶ πρὸς τὸν ἀλφιτοπώλην τὰ αὐτά· καὶ ἢν τὸ ἐνοίκιον αἰτώμεθα, « Περίμεινον, φήσομεν, ἔστ´ ἂν Λάχης ὁ Κολυττεὺς ἀποθάνῃ· ἀποδώσω γάρ σοι μετὰ τοὺς γάμους. » Οὐκ αἰσχύνῃ μόνη τῶν ἑταιρῶν οὐκ ἐλλόβιον οὐχ ὅρμον οὐ ταραντινίδιον ἔχουσα ;

ΜΟΥΣΑΡΙΟΝ Τί οὖν, ὦ μῆτερ ; ἐκεῖναι εὐτυχέστεραί μου καὶ καλλίους εἰσίν ;

ΜΗΤΗΡ. Οὔκ, ἀλλὰ συνετώτεραι καὶ ἴσασιν ἑταιρίζειν, οὐδὲ πιστεύουσι ῥηματίοις καὶ νεανίσκοις ἐπ´ ἄκρου τοῦ χείλους τοὺς ὅρκους ἔχουσι· σὺ δὲ ἡ πιστὴ καὶ φίλανδρος οὐδὲ προσίῃ ἄλλον τινὰ ὅτι μὴ μόνον Χαιρέαν· καὶ πρῴην μὲν ὅτε ὁ γεωργὸς ὁ Ἀχαρνεὺς ἧκε δύο μνᾶς κομίζων, ἀγένειος καὶ αὐτός – οἴνου δὲ τιμὴν ἀπειλήφει τοῦ πατρὸς πέμψαντος – σὺ δὲ ἐκεῖνον μὲν ἀπεμύκτισας, καθεύδεις δὲ μετὰ τοῦ Ἀδώνιδος Χαιρέου.

ΜΟΥΣΑΡΙΟΝ. Τί οὖν ; ἐχρῆν Χαιρέαν καταλείψασαν παραδέξασθαι τὸν ἐργάτην ἐκεῖνον κινάβρας ἀπόζοντα ; Λεῖός μοι, φασί, Χαιρέας καὶ χοιρίσκος Ἁχαρνεύς.

ΜΗΤΗΡ. Ἔστω· ἐκεῖνος ἀγροῖκος καὶ πονηρὸν ἀποπνεῖ. Τί καὶ Ἀντιφῶντα τὸν Μενεκράτους μνᾶν ὑπισχνούμενον οὐδὲ τοῦτον ἐδέξω ; οὐ καλὸς ἦν καὶ ἀστικὸς καὶ ἡλικιώτης Χαιρέου ;

ΜΟΥΣΑΡΙΟΝ. Ἀλλ´ ἠπείλησε Χαιρέας ἀποσφάξειν ἀμφοτέρους, εἰ λάβοι μέ ποτε μετ´ αὐτοῦ.

ΜΗΤΗΡ. Πόσοι δὲ καὶ ἄλλοι ταῦτα ἀπειλοῦσιν ; οὐκοῦν ἀνέραστος σὺ μενεῖς διὰ τοῦτο καὶ σωφρονήσεις καθάπερ οὐχ ἑταίρα, τῆς δὲ Θεσμοφόρου ἱέρειά τις οὖσα ; Ἐῶ τἆλλα. Τήμερον Ἁλῶά ἐστι. τί δέ σοι δέδωκεν ἐς τὴν ἑορτήν ; //

ΜΟΥΣΑΡΙΟΝ. Οὐκ ἔχει, ὦ μαννάριον.

ΜΗΤΗΡ. Μόνος οὗτος οὐ τέχνην εὕρηκεν ἐπὶ τὸν πατέρα, οὐκ οἰκέτην καθῆκεν ἐξαπατήσοντα, οὐκ ἀπὸ τῆς μητρὸς ᾔτησεν ἀπειλήσας ἀποπλευσεῖσθαι στρατευσόμενος, εἰ μὴ λάβοι, ἀλλὰ κάθηται ἡμᾶς ἐπιτρίβων μήτε αὐτὸς διδοὺς μήτε παρὰ τῶν διδόντων ἐῶν λαμβάνειν ; Σὺ δὲ οἴει, ὦ Μουσάριον, ὀκτωκαίδεκα ἐτῶν ἀεὶ ἔσεσθαι ; Ἢ τὰ αὐτὰ φρονήσειν Χαιρέαν, ὅταν πλουτῇ μὲν αὐτός, ἡ δὲ μήτηρ γάμον πολυτάλαντον ἐξεύρῃ αὐτῷ ; Μνησθήσεται ἔτι, οἴει, τότε τῶν δακρύων ἢ τῶν φιλημάτων ἢ τῶν ὅρκων πέντε ἴσως τάλαντα προικὸς βλέπων ;

ΜΟΥΣΑΡΙΟΝ. Μνησθήσεται ἐκεῖνος· δεῖγμα δέ· οὐδὲ νῦν γεγάμηκεν, ἀλλὰ καταναγκαζόμενος καὶ βιαζόμενος ἠρνήσατο.

ΜΗΤΗΡ. Γένοιτο μὴ ψεύδεσθαι. Ἀναμνήσω δέ σε, ὦ Μουσάριον, τότε.

LA MÈRE. Si nous trouvons encore, MOUSARION, un galant comme Chéréas, il faudra immoler une chèvre blanche à Vénus Pandème, une génisse à la Vénus Uranie des Jardins, et offrir une couronne à Cérès qui envoie les trésors, car nous serons alors heureuses et trois fois heureuses. Tu vois tout ce que nous recevons de ce jeune homme. Il ne t’a encore donné ni obole, ni robe, ni chaussures, ni parfums, mais ce sont toujours des réponses évasives, des promesses, des espérances à long terme. Il répète sans cesse : « Ah ! si mon père… Ah ! si j’étais maître de mon héritage, tout serait à toi ! » Et toi, tu prétends qu’il a juré de t’épouser.

MOUSARION. Oui, ma mère, il l’a juré par les deux déesses et par Minerve Poliade.

LA MÈRE. Et tu crois cela ! C’est probablement pour cette raison que l’autre jour, comme il n’avait pas de quoi payer son écot, tu lui as donné ton anneau, à mon insu. Il est allé le vendre pour boire, et tu lui as donné ensuite ces deux colliers d’Ionie, qui pesaient deux dariques chacun, et que le patron Praxias de Chios t’avait rapportés d’Éphèse, où il les avait fait faire. Il fallait bien, en effet, que Chéréas eût de quoi payer son écot avec ses amis. Quant à tes robes et à tes chemises, je n’en parle pas. En vérité, ce garçon-là est un trésor que Mercure a fait tomber chez nous.

MOUSARION. Mais il est beau, sans barbe. Il me dit qu’il m’adore, il verse des larmes, et puis il est fils de Dinomaque et de Lachès, l’aréopagite. Il nous promet de m’épouser, il nous donne les plus belles espérances, dès que son vieux aura fermé l’œil.

LA MERE. Eh bien, Mousarion, quand nous aurons besoin de souliers, et que le cordonnier nous demandera une double drachme, nous lui dirons : « Nous n’avons pas d’argent, mais nous allons vous donner quelques espérances. Prenez. » Nous en dirons autant au boulanger, et quand on nous demandera notre terme : « Attendez, dirons-nous, que Lachès de Colytte soit mort : nous vous payerons après notre mariage. » N’es-tu pas honteuse d’être la seule de tes compagnes qui n’ait ni pendants d’oreilles, ni colliers, ni robe de Tarente ?

MOUSARION. Eh bien, ma mère, sont-elles plus heureuses ou plus belles que moi ?

LA MÈRE. Non, mais elles sont plus avisées. Elles savent leur métier, elles ne se fient pas aux belles paroles ni aux jeunes gens qui ne jurent que des lèvres. Toi, tu es fidèle, attachée à Chéréas, comme s’il était ton époux, et tu ne reçois personne autre que lui. L’autre jour, lorsque ce laboureur acharnien, qui n’a pas de barbe non plus, vint t’offrir deux mines, puis du vin que son père lui avait envoyé vendre, tu le refusas d’un air dédaigneux, mais tu devais coucher avec ton Adonis.

MOUSARION. Quoi donc ? Fallait-il laisser là Chéréas pour recevoir ce manouvrier qui pue le bouc ? Chéréas, au moins, a la peau douce. C’est, comme on dit, un petit cochon d’Acharné. LA MÈRE. J’en conviens, l’autre est un rustre, et il ne sent pas bon. Mais Antiphon, fils de Ménécrate, qui te promettait une mine, pourquoi ne l’as-tu pas reçu ? Il est beau, galant, de l’âge de Chéréas.

MOUSARION. Ah ! ma mère ! Chéréas m’a menacée de nous tuer tous les deux, s’il nous trouve jamais ensemble.

LA MÈRE. Combien d’autres ont fait de ces menaces ! Avec tout cela, tu n’auras pas d’amants, tu vivras en honnête femme. Tu ne seras pas une courtisane, mais une prêtresse de Cérès. Mais, à propos, c’est aujourd’hui la fête des Granges. Qu’est-ce qu’il t’a donné pour cette fête ?

MOUSARION. Rien, maman.

LA MÈRE. Il est donc le seul qui ne sache rien soutirer à son père, lui dépêcher un esclave fripon, demander de l’argent à sa mère en la menaçant, si elle refuse, de se faire soldat de marine ! Il aime mieux rester planté chez nous, à titre onéreux, ne donnant rien et empêchant de recevoir des autres. Crois-tu donc, Mousarion, que tu auras toujours seize ans, que Chéréas aura toujours pour toi-même la même tendresse, quand il sera riche et que sa mère lui aura trouvé un beau mariage ? A la vue d’une dot de cinq talents, se souviendra-t-il, dis-le-moi, de ses larmes, de tes baisers et des serments qu’il t’aura faits ?

MOUSARION. Il s’en souviendra. La preuve, c’est qu’il n’a pas encore voulu se marier. Malgré les instances et la contrainte, il a toujours refusé. LA MÈRE. Puisse-t-il ne pas mentir ! Mais, Mousarion, je te rafraîchirai la mémoire en temps voulu.

Dialogue 9, Dorcas, Pannychis, Philostrate, Polémon

[9,1] ΔΟΡΚΑΣ. Ἀπολώλαμεν, ὦ κεκτημένη, ἀπολώλαμεν, ὁ Πολέμων ἀπὸ στρατιᾶς ἀνέστρεψε πλουτῶν, ὥς φασιν· ἑώρακα δὲ κἀγὼ αὐτὸν ἐφεστρίδα περιπόρφυρον ἐμπεπορπημένον καὶ ἀκολούθους ἅμα πολλούς. καὶ οἱ φίλοι ὡς εἶδον, συνέθεον ἐπ´ αὐτὸν ἀσπασόμενοι· ἐν τοσούτῳ δὲ τὸν θεράποντα ἰδοῦσα κατόπιν ἑπόμενον, ὃς συναποδεδημήκει μετ´ αὐτοῦ, ἠρόμην καί, Εἰπέ μοι, ἔφην, ὦ Παρμένων, ἀσπασαμένη πρότερον αὐτόν, πῶς ἡμῖν ἐπράξατε καὶ εἴ τι ἄξιον τῶν πολέμων ἔχοντες ἐπανεληλύθατε.

ΠΑΝΝΥΧΙΣ. Οὐκ ἔδει τοῦτο εὐθύς, ἀλλ´ ἐκεῖνα, ὅτι μὲν ἐσώθητε, πολλὴ χάρις τοῖς θεοῖς, καὶ μάλιστα τῷ ξενίῳ Διὶ καὶ Ἀθηνᾷ στρατίᾳ· ἡ δέσποινα δὲ ἐπυνθάνετο ἀεὶ τί πράττοιτε καὶ ἔνθα εἴητε. εἰ δὲ καὶ τοῦτο προσέθηκας, ὡς καὶ ἐδάκρυε καὶ ἀεὶ ἐμέμνητο Πολέμωνος, ἄμεινον ἦν παρὰ πολύ.

[9,2] ΔΟΡΚΑΣ. Προεῖπον εὐθὺς ἐν ἀρχῇ ἅπαντα· πρὸς δὲ σὲ οὐκ ἂν εἶπον, ἀλλὰ ἃ ἤκουσα ἐβουλόμην εἰπεῖν. ἐπεὶ πρός γε Παρμένοντα οὕτως ἠρξάμην· Ἦ που, ὦ Παρμένων, ἐβόμβει τὰ ὦτα ὑμῖν ; ἀεὶ γὰρ ἐμέμνητο ἡ κεκτημένη μετὰ δακρύων, καὶ μάλιστα εἴ τις ἐληλύθει ἐκ τῆς μάχης καὶ πολλοὶ τεθνάναι ἐλέγοντο, ἐσπάραττε τότε τὰς κόμας καὶ τὰ στέρνα ἐτύπτετο καὶ ἐπένθει πρὸς τὴν ἀγγελίαν ἑκάστην. ΠΑΝΝΥΧΙΣ. Εὖ γε, ὦ Δορκάς, οὕτως ἐχρῆν.

ΔΟΡΚΑΣ. Εἶτα ἑξῆς μετ´ οὐ πολὺ ἠρόμην ἐκεῖνα. ὁ δέ, Πάνυ λαμπρῶς, φησίν, ἀνεστρέψαμεν.

ΠΑΝΝΥΧΙΣ. Οὕτως κἀκεῖνος οὐδὲν προειπών, ὡς ἐμέμνητό μου ὁ Πολέμων ἢ ἐπόθει ἢ ηὔχετο ζῶσαν καταλαβεῖν ;

ΔΟΡΚΑΣ. Καὶ μάλα πολλὰ τοιαῦτα ἔλεγε. τὸ δ´ οὖν κεφάλαιον ἐξήγγειλε πλοῦτον πολύν, χρυσόν, ἐσθῆτα, ἀκολούθους, ἐλέφαντα· τὸ μὲν γὰρ ἀργύριον μηδὲ ἀριθμῷ ἄγειν αὐτόν, ἀλλὰ μεδίμνῳ ἀπομεμετρημένον πολλοὺς μεδίμνους. εἶχε δὲ καὶ αὐτὸς Παρμένων δακτύλιον ἐν τῷ μικρῷ δακτύλῳ, μέγιστον, πολύγωνον, καὶ ψῆφος ἐνεβέβλητο τῶν τριχρώμων, ἐρυθρά τε ἦν ἐπιπολῆς. εἴασα δ´ οὖν αὐτὸν ἐθέλοντά μοι διηγεῖσθαι ὡς τὸν Ἅλυν διέβησαν καὶ ὡς ἀπέκτειναν Τιριδάταν τινὰ καὶ ὡς διέπρεψεν ὁ Πολέμων ἐν τῇ πρὸς Πισίδας μάχῃ· ἀπέδραμόν σοι ταῦτα προσαγγελοῦσα, ὡς περὶ τῶν παρόντων σκέψαιο. εἰ γὰρ ἐλθὼν ὁ Πολέμων —ἥξει γὰρ πάντως ἀποσεισάμενος τοὺς γνωρίμους —ἀναπυθόμενος εὕροι τὸν Φιλόστρατον ἔνδον παρ´ ἡμῖν, τί οἴει ποιήσειν αὐτόν ;

[9,3] ΠΑΝΝΥΧΙΣ. Ἐξευρίσκωμεν, ὦ Δορκάς, ἐκ τῶν παρόντων σωτήριον· οὔτε γὰρ τοῦτον ἀποπέμψαι καλὸν τάλαντον ἔναγχος δεδωκότα καὶ τἆλλα ἔμπορον ὄντα καὶ πολλὰ ὑπισχνούμενον, οὔτε Πολέμωνα τοιοῦτον ἐπανήκοντα χρήσιμον μὴ παραδέχεσθαι· προσέτι γὰρ καὶ ζηλότυπός ἐστιν, ὃς καὶ πενόμενος ἔτι πολὺ ἀφόρητος ἦν· νῦν δὲ τί ἐκεῖνος οὐκ ἂν ποιήσειεν ;

ΔΟΡΚΑΣ. Ἀλλὰ καὶ προσέρχεται.

ΠΑΝΝΥΧΙΣ. Ἐκλύομαι, ὦ Δορκάς, ἀπὸ τῆς ἀπορίας καὶ τρέμω.

ΔΟΡΚΑΣ. Ἀλλὰ καὶ Φιλόστρατος προσέρχεται.

ΠΑΝΝΥΧΙΣ. Τίς γένωμαι ; πῶς ἄν με ἡ γῆ καταπίοι ;

[9,4] ΦΙΛΟΣΤΡΑΤΟΣ. Τί οὐ πίνομεν, ὦ Παννυχί ;

ΠΑΝΝΥΧΙΣ. Ἄνθρωπε, ἀπολώλεκάς με. σὺ δὲ χαῖρε, Πολέμων, χρόνιος φανείς. ΠΟΛΕΜΩΝ. Οὗτος οὖν τίς ἐστιν ὁ προσιὼν ὑμῖν ; σιωπᾷς ; εὖ γε· οἴχου, ὦ Παννυχί. ἐγὼ δὲ πεμπταῖος ἐκ Πυλῶν διέπτην ἐπειγόμενος ἐπὶ τοιαύτην γυναῖκα. καὶ δίκαια μέντοι πέπονθα, καίτοι χάριν ἔχων· οὐκέτι γὰρ ἁρπασθήσομαι ὑπὸ σοῦ.

ΦΙΛΟΣΤΡΑΤΟΣ. Σὺ δὲ τίς εἶ, ὦ βέλτιστε ;

ΠΟΛΕΜΩΝ. Ὅτι Πολέμων ὁ Στειριεὺς Πανδιονίδος φυλῆς, ἀκούεις· χιλιαρχήσας τὸ πρῶτον, νῦν δὲ ἐξαναστήσας πεντακισχιλίαν ἀσπίδα, ἐραστὴς Παννυχίδος, ὅτε ᾤμην ἔτι ἀνθρώπινα φρονεῖν αὐτήν.

ΦΙΛΟΣΤΡΑΤΟΣ. Ἀλλὰ τὰ νῦν σοι, ὦ ξεναγέ, Παννυχὶς ἐμή ἐστι, καὶ τάλαντον εἴληφε, λήψεται δὲ ἤδη καὶ ἕτερον, ἐπειδὰν τὰ φορτία διαθώμεθα. καὶ νῦν ἀκολούθει μοι, ὦ Παννυχί, τοῦτον δὲ παρ´ Ὀδρύσαις χιλιαρχεῖν ἔα.

ΠΟΛΕΜΩΝ. Ἐλευθέρα μέν ἐστι καὶ ἀκολουθήσει, ἢν ἐθέλῃ.

ΠΑΝΝΥΧΙΣ. Τί ποιῶ, Δορκάς ;

ΔΟΡΚΑΣ. Εἰσιέναι ἄμεινον, ὀργιζομένῳ οὐχ οἷόν τε παρεῖναι Πολέμωνι, καὶ μᾶλλον ἐπιταθήσεται ζηλοτυπῶν.

ΠΑΝΝΥΧΙΣ. Εἰ θέλεις, εἰσίωμεν.

[9,5] ΠΟΛΕΜΩΝ. Ἀλλὰ προλέγω ὑμῖν ὅτι τὸ ὕστατον πίεσθε τήμερον, ἢ μάτην ἐγὼ τοσούτοις φόνοις ἐγγεγυμνασμένος πάρειμι. τοὺς Θρᾷκας, ὦ Παρμένων· ὡπλισμένοι ἡκέτωσαν ἐμφράξαντες τὸν στενωπὸν τῇ φάλαγγι· ἐπὶ μετώπου μὲν τὸ ὁπλιτικόν, παρ´ ἑκάτερα δὲ οἱ σφενδονῆται καὶ τοξόται, οἱ δὲ ἄλλοι κατόπιν.

ΦΙΛΟΣΤΡΑΤΟΣ. Ὡς βρεφυλλίοις ταῦτα, ὦ μισθοφόρε, ἡμῖν λέγεις καὶ μορμολύττῃ. σὺ γὰρ ἀλεκτρυόνα πώποτε ἀπέκτεινας ἢ πόλεμον εἶδες ; ἐρυμάτιον ἐφρούρεις τάχα διμοιρίτης ὤν, ἵνα καὶ τοῦτο προσχαρίσωμαί σοι.

ΠΟΛΕΜΩΝ. Καὶ μὴν εἴσῃ μετ´ ὀλίγον, ἐπειδὰν προσιόντας ἡμᾶς ἐπὶ δόρυ θεάσῃ στίλβοντας τοῖς ὅπλοις.

ΦΙΛΟΣΤΡΑΤΟΣ. Ἥκετε μόνον συσκευασάμενοι. ἐγὼ δὲ καὶ Τίβειος οὗτος—μόνος γὰρ οὗτος ἕπεταί μοι—βάλλοντες ὑμᾶς λίθοις τε καὶ ὀστράκοις οὕτω διασκεδάσομεν, ὡς μηδὲ ὅποι οἴχεσθε ἔχοιτε εἰδέναι.

DORCAS. C’est fait de nous, maîtresse, c’est fait de nous ! Polémon est revenu de la guerre tout cousu d’or, dit-on. Je l’ai vu passer, vêtu d’un manteau de pourpre que retenait une agrafe d’or, et suivi d’un grand nombre de valets. Dès que ses amis l’ont aperçu, ils sont accourus l’embrasser. En ce moment j’ai avisé derrière lui le garçon qui l’avait accompagné dans la dernière campagne, je l’ai abordé, et le saluant la première : « Eh bien, Parménon, lui ai-je dit, comment cela va-t-il pour nous ? Qu’est-ce que vous nous rapportez de bon de la guerre ? » PANNYCHIS. Il ne fallait pas lui dire cela tout de suite, mais : « Ah ! vous voilà sains et saufs ! Grâces en soient rendues aux dieux, et surtout à Jupiter hospitalier et à Minerve guerrière ! Ma maîtresse me demandait tous les jours ce que vous faisiez, où vous étiez. » Si même tu avais ajouté : « Elle a pleuré, elle n’a fait que penser à Polémon », c’eût été encore mieux.

[9,2] DORCAS. C’est ce que j’avais commencé par lui dire, mais je ne voulais pas vous le répéter, ayant hâte de vous rapporter ce que j’ai appris. Quand je fus auprès de Parménon : « Parménon, lui dis-je, est-ce que les oreilles ne vous tintaient pas ? Ma maîtresse ne parlait que de vous et toujours en pleurant, surtout quand il revenait quelqu’un d’un combat où l’on disait qu’il y avait eu beaucoup de monde de tué ; elle s’arrachait les cheveux, se meurtrissait la poitrine et fondait en larmes à chaque nouvelle. » PANNYCHIS. Très bien, Dorcas. Voilà ce qu’il fallait. DORCAS. Un instant après je lui ai fait la question que je vous ai dite. Alors lui : « Nous revenons, dit-il, superbes ! » PANNYCHIS. Comment ! Son premier mot n’a pas été que Polémon se souvenait encore de moi, qu’il désirait me retrouver vivante ? DORCAS. Il m’a dit toutes sortes de choses de ce genre, mais l’essentiel, c’est qu’il m’a parlé de richesses immenses, d’or, d’étoffes, d’esclaves, d’ivoire, ils apportent de l’argent non plus compté, mais mesuré au médimne, des médimnes entiers. Parménon a lui-même au petit doigt un anneau énorme, taillé à facettes, avec une pierre tricolore, d’un rouge fort vif. Je l’ai laissé me racontant comment, après avoir traversé l’Halys, ils avaient tué Tiridate, et comment Polémon s’était comporté dans une rencontre avec les Pisides, et je suis venue tout courant vous faire part de ces nouvelles, afin que vous preniez un parti dans la circonstance. En effet, si Polémon arrive ici (or, il va venir aussitôt débarrassé de ses amis), s’il apprend ce qui s’y passe, et s’il rencontre Philostrate, que fera-t-il, pensez-vous ?

[9,3] PANNYCHIS. Cherchons, Dorcas, à sortir d’embarras. Il n’est pas honnête de mettre à la porte Philostrate, qui m’a donné l’autre jour un talent. C’est, d’ailleurs, un marchand qui m’a fait de belles promesses. D’un autre côté, je perdrais beaucoup à ne pas recevoir Polémon qui revient si superbe. En outre il est jaloux, insupportable, quand il était pauvre, que ne fera-t-il pas aujourd’hui ! DORCAS. Le voici qui arrive ! PANNYCHIS. Ah ! je me trouve mal, Dorcas !… Je ne sais que faire. Je tremble !… DORCAS. Voilà aussi Philostrate. PANNYCHIS. Que devenir ? Je voudrais être à cent pieds sous terre !

[9,4] PHILOSTRATE. Pourquoi ne pas nous mettre à boire, Pannycchis ? PANNYCHIS. Malheureux ! tu me perds ! … Bonjour, Polémon. Comme il y a longtemps qu’on ne vous a vu ! POLÉMON. Quel est cet homme qui vient d’entrer chez vous ? Vous ne répondez pas ! Eh bien, va te promener, Pannychis ! Moi qui accours de Pylos ici en cinq jours, pour retrouver cette femme ! Ce qui m’arrive est bien fait, et je t’en remercie. Désormais tu ne me pilleras plus. PHILOSTRATE. Tiens ! Qui êtes-vous donc, mon ami ? POLÉMON. Avez-vous entendu parler d’un certain Polémon de Stiriée, de la tribu de Pandion, jadis chiliarque, aujourd’hui capitaine de cinq mille hommes, amant de Pannychis, quand je la croyais raisonnable ? PHILOSTRATE. Eh bien, seigneur capitaine de mercenaires, maintenant Pannychis est à moi. Elle a reçu un talent, et elle en recevra bientôt un autre, dès que j’aurai placé mes marchandises. Allons! suis-moi, Pannychis, laisse ce capitaine conduire ses mille hommes chez les Odryses. DORCAS. Elle est bien libre de le suivre, si elle veut. PANNYCHIS. Que faire, Dorcas ? DORCAS. Le mieux est de rentrer chez vous. Polémon est trop en colère pour que vous restiez ici. Et puis sa jalousie ne fera que s’accroître. PANNYCHIS. Puisque tu le veux, rentrons.

[9,5] POLÉMON. Très bien ! Mais je vous dis que c’est la dernière fois que vous boirez ensemble. Ce n’est pas pour rien que je me suis fait la main par d’épouvantables massacres. Holà ! mes Thraces, Parménon ! En avant ! Que leur phalange occupe l’entrée de la rue ! Sur le front les hoplites, de chaque côté les frondeurs et les archers, le reste à l’arrière-garde ! PHILOSTRATE. Ah ! mercenaire, tu nous crois des petits enfants ! Ohé ! beau masque! Mais tu n’as jamais tué un poulet! As-tu vu la guerre, seulement? Tu as peut-être été chef d’un corps de garde, à la tête d’une compagnie, et encore je te fais la part belle. POLÉMON. Tu en sauras des nouvelles, quand tu nous verras la lance en main, avec nos armes bien fourbies. PHILOSTRATE. Viens donc ici en ordre de bataille, Moi et Tibius, mon unique valet, nous allons vous recevoir à coups de pierres et de coquilles d’huîtres, et, pressés de fuir, vous ne saurez plus où vous fourrer.