Épisode 10 - Eschyle, "Les Suppliantes", incipit

Suppliantes - époque minoenne - musée d'Héraklion (Crète)Informations[1]

ΒΑΣΙΛΕΥΣ (vers 234-245)

Ποδαπὸν ὅμιλον τόνδ´ ἀνελληνόστολον

πέπλοισι βαρβάροισι κἀμπυκώμασι

χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς

ἐσθὴς γυναικῶν οὐδ´ ἀφ´ Ἑλλάδος τόπων.

Ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο,

ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν

ἔτλητ´ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.

Κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων

κεῖνται παρ´ ὑμῶν πρὸς θεοῖς ἀγωνίοις·

μόνον τόδ´ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.

Καὶ τἄλλα πόλλ´ ἐπεικάσαι δίκαιον ἦν,

εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.

ΧΟΡΟΣ (vers 246-248)

Εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.

Ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω,

ἢ τηρὸν ἱεροῦ ῥάβδου, ἢ πόλεως ἀγόν ;

ΒΑΣΙΛΕΥΣ (vers 249-276)

Πρὸς ταῦτ´ ἀμείβου καὶ λέγ´ εὐθαρσὴς ἐμοί.

Τοῦ γηγενοῦς γάρ εἰμ´ ἐγὼ Παλαίχθονος

ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.

Ἐμοῦ δ´ ἄνακτος εὐλόγως ἐπώνυμον

γένος Πελασγῶν τήνδε καρποῦται χθόνα,

καὶ πᾶσαν αἶαν, ἧς δί´ ἁγνὸς ἔρχεται

Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.

Ὁρίζομαι δὲ τήν τε Περραιβῶν χθόνα,

Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,

ὄρη τε Δωδωναῖα· συντέμνει δ´ ὅρος

ὑγρᾶς θαλάσσης· τῶνδε τἀπὶ τάδε κρατῶ.

Αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε

πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.

Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας

ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα

τήνδ´ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,

τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασι

χρανθεῖς´ ἀνῆκε γαῖα μηνεῖται ἄκη

δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.

Τούτων ἄκη τομαῖα καὶ λυτήρια

πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ

μνήμην ποτ´ ἀντίμισθον ηὕρετ´ ἐν λιταῖς.

Ἔχουσα δ´ ἤδη τἀπ´ ἐμοῦ τεκμήρια

γένος τ´ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.

Μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.

ΧΟΡΟΣ (vers 274-276)

Βραχὺς τορός θ´ ὁ μῦθος· Ἀργεῖαι γένος

ἐξευχόμεσθα, σπέρματ´ εὐτέκνου βοός·

καὶ ταῦτ´ ἀληθῆ πάντα προσφύσω λόγῳ.